top Psalm 15 (16)

Psalm 15 (16)


Στηλογραφία τῷ Δαυίδ.

1 [MT=16:1] Φύλαξόν με κύριε, ὅτι ἐπὶ σοί ἤλπισα. 2 [MT=16:2] εἶπα τῷ κυρίῳ, κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. 3 [MT=16:3] τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. 4 [MT=16:4] ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. 5 [MT=16:5] κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. 6 [MT=16:6] σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις, καὶ γὰρ κληρονομία μου κρατίστη μοι ἐστίν.

7 [MT=16:7] Εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με, ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. 8 [MT=16:8] προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός,1 ὅτι ἐκ δεξιῶν μου ἐστὶν ἵνα μὴ σαλευθῶ. 9 [MT=16:9] διὰ τοῦτο ηὐφράνθη καρδία μου, καὶ ἠγαλλιάσατο γλῶσσά μου, ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι· 10 [MT=16:10] ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 11 [MT=16:11] ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.