top Psalm 46 (47)

Psalm 46 (47)


Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.

1 [MT=47:1] Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. 2 [MT=47:2] ὅτι κύριος ὕψιστος, φοβερός βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. 3 [MT=47:3] ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. 4 [MT=47:4] ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησεν διάψαλμα.

5 [MT=47:5] Ἀνέβη θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. 6 [MT=47:6] ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. 7 [MT=47:7] ὅτι βασιλεὺς πάσης τῆς γῆς θεός, ψάλατε συνετῶς. 8 [MT=47:8] ἐβασίλευσεν θεὸς ἐπὶ τὰ ἔθνη, θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. 9 [MT=47:9] ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἁβραάμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.