Psalm 47 (48)
Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορὲ δευτέρᾳ σαββάτου.
1 [MT=48:1] Μέγας κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ. 2 [MT=48:2] εὖ ῥιζῶν,1 ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. 3 [MT=48:3] ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.
4 [MT=48:4] Ὅτι ἰδοὺ οἱ βασιλεῖς2 συνήχθησαν, ἤλθοσαν ἐπὶ3 τὸ αὐτό. 5 [MT=48:5] αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, 6 [MT=48:6] τρόμος ἐπελάβετο αὐτῶν· ἐκεῖ ὠδῖνες ὡς τικτούσης. 7 [MT=48:7] ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσίς. 8 [MT=48:8] καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν, ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα· διάψαλμα.
9 [MT=48:9] Ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου. 10 [MT=48:10] κατὰ τὸ ὄνομά σου ὁ θεός, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς, δικαιοσύνης πλήρης ἡ δεξιά σου. 11 [MT=48:11] εὐφρανθήτω τὸ ὄρος Σιών, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε.
12 [MT=48:12] Κυκλώσατε Σιών, καὶ περιλάβετε αὐτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. θέσθε 13 [MT=48:13] θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἄν διηγήσησθε εἰς γενεὰν ἑτέραν. 14 [MT=48:14] ὅτι οὗτός ἐστιν ὁ θεός, ὁ θεὸς4 ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.