top Psalm 48 (49)

Psalm 48 (49)


Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.

1 [MT=49:1] Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, 2 [MT=49:2] οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ1 τὸ αὐτὸ πλούσιος καὶ πένης. 3 [MT=49:3] τὸ στόμα μου λαλήσει σοφίαν, καὶ μελέτη τῆς καρδίας μου σύνεσιν. 4 [MT=49:4] κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

5 [MT=49:5] Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἀνομία τῆς πτέρνης μου κυκλώσει με. 6 [MT=49:6] οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. 7 [MT=49:7] ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ θεῷ ἐξίλασμα αὐτοῦ,2 8 [MT=49:8] καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ· καὶ ἐκόπασεν εἰς τὸν αἰῶνα, καὶ 9 [MT=49:9] ζήσεται εἰς τέλος· ὅτι οὐκ ὄψεται καταφθοράν.

10 [MT=49:10] Ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας, ἐπὶ1 τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. 11 [MT=49:11] καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν, ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. 12 [MT=49:12] καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. 13 [MT=49:13] αὕτη ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς, καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν· διάψαλμα. 14 [MT=49:14] ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμαίνει αὐτούς· καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωί, καὶ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν. 15 [MT=49:15] πλὴν θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου ὅταν λαμβάνῃ με· διάψαλμα.

16 [MT=49:16] Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ δόξα τοῦ οἴκου αὐτοῦ. 17 [MT=49:17] ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ δόξα αὐτοῦ. 18 [MT=49:18] ὅτι ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται, ἐξομολογήσεταί σοί ὅταν ἀγαθύνῃς αὐτῷ. 19 [MT=49:19] εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. 20 [MT=49:20] ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.