top Psalm 49 (50)

Psalm 49 (50)


Ψαλμὸς τῷ Ἀσάφ.

1 [MT=50:1] Θεὸς θεῶν κύριος ἐλάλησεν, καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν. 2 [MT=50:2] ἐκ Σιὼν εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. θεὸς ἐμφανῶς ἥξει, 3 [MT=50:3]  θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. 4 [MT=50:4] προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ. 5 [MT=50:5] συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. 6 [MT=50:6] καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι θεὸς κριτής ἐστιν· διάψαλμα.

7 [MT=50:7] Ἄκουσον λαός μου καὶ λαλήσω σοι, Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι· θεὸς θεός σου εἰμι ἐγώ. 8 [MT=50:8] οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός.1 9 [MT=50:9] οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· 10 [MT=50:10] ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσιν, καὶ βόες. 11 [MT=50:11] ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. 12 [MT=50:12] ἐὰν πεινάσω, οὐ μή σοί εἴπω, ἐμὴ γάρ ἐστιν οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. 13 [MT=50:13] μὴ φάγομαι κρέα ταύρων, αἷμα τράγων πίομαι; 14 [MT=50:14] θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου. 15 [MT=50:15] καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με· διάψαλμα.

16 [MT=50:16] Τῷ δὲ ἁμαρτωλῷ εἶπεν θεός, ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; 17 [MT=50:17] σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. 18 [MT=50:18] εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. 19 [MT=50:19] τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ γλῶσσά σου περιέπλεκεν δολιότητα. 20 [MT=50:20] καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.

21 [MT=50:21] Ταῦτα ἐποίησας, καὶ ἐσίγησα, ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοί ὅμοιος· ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου. 22 [MT=50:22] σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ, μήποτε ἁρπάσῃ, καὶ μὴ ῥυόμενος.

23 [MT=50:23] Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.