Psalm 45 (46)
Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ, ὑπὲρ τῶν κρυφίων ψαλμός.
1 [MT=46:1] Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. 2 [MT=46:2] διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 3 [MT=46:3] ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ· διάψαλμα. 4 [MT=46:4] τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ, ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 5 [MT=46:5] ὁ θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται, βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί.1 6 [MT=46:6] ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. 7 [MT=46:7] κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ· διάψαλμα.
8 [MT=46:8] Δεῦτε ἴδετε τὰ ἔργα κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς· 9 [MT=46:9] ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει, καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. 10 [MT=46:10] σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ θεός, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. 11 [MT=46:11] κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ.