top Psalm 44 (45)

Psalm 44 (45)


Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.

1 [MT=45:1] ἐξηρεύξατο καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. 2 [MT=45:2] ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσίν σου, διὰ τοῦτο εὐλόγησέν σὲ θεὸς εἰς τὸν αἰῶνα.

3 [MT=45:3] Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ· τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου, 4 [MT=45:4] καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε· ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σὲ θαυμαστῶς δεξιά σου. 5 [MT=45:5] τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.

6 [MT=45:6]  θρόνος σου θεός εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ῥάβδος τῆς βασιλείας σου. 7 [MT=45:7] ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σὲ θεὸς θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

8 [MT=45:8] Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σὲ 9 [MT=45:9] θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. 10 [MT=45:10] ἄκουσον θύγατερ καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. 11 [MT=45:11] ὅτι ἐπεθύμησεν βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν κύριός σου. 12 [MT=45:12] καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις, τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.1

13 [MT=45:13] Πᾶσα δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν,2 ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη· 14 [MT=45:14] ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. 15 [MT=45:15] ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. 16 [MT=45:16] ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοί υἱοί, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. 17 [MT=45:17] μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοί εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.