top Psalm 43 (44)

Psalm 43 (44)


Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ψαλμός.

1 [MT=44:1]  θεός ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, ἔργον εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. 2 [MT=44:2]  χείρ σου ἔθνη ἐξωλέθρευσεν, καὶ κατεφύτευσας αὐτούς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς. 3 [MT=44:3] οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ' δεξιά σου καὶ βραχίων σου, καὶ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς.

4 [MT=44:4] Σὺ εἶ αὐτὸς βασιλεύς μου καὶ θεός μου, ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. 5 [MT=44:5] ἐν σοί τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμῖν. 6 [MT=44:6] οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ῥομφαία μου οὐ σώσει με. 7 [MT=44:7] ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. 8 [MT=44:8] ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν, καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα· διάψαλμα.

9 [MT=44:9] Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. 10 [MT=44:10] ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. 11 [MT=44:11] ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς· 12 [MT=44:12] ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν. 13 [MT=44:13] ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν. 14 [MT=44:14] ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. 15 [MT=44:15] ὅλην τὴν ἡμέραν ἐντροπή μου κατεναντίον μού ἐστιν, καὶ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με, 16 [MT=44:16] ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.

17 [MT=44:17] Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου, 18 [MT=44:18] καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω καρδία ἡμῶν, καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. 19 [MT=44:19] ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. 20 [MT=44:20] εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, 21 [MT=44:21] οὐχὶ θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. 22 [MT=44:22] ὅτι ἕνεκα σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

23 [MT=44:23] Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. 24 [MT=44:24] ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; 25 [MT=44:25] ὅτι ἐταπεινώθη εἰς χοῦν ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν γαστὴρ ἡμῶν. 26 [MT=44:26] ἀνάστα κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.