top Psalm 42 (43)

Psalm 42 (43)


Ψαλμὸς τῷ Δαυίδ.

1 [MT=43:1] Κρῖνόν με θεός, καὶ δίκασον τὴν δίκην μου, ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με. 2 [MT=43:2] ὅτι σὺ εἶ θεός κραταίωμά μου, ἵνα τί ἀπώσω με; καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 3 [MT=43:3] ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου. 4 [MT=43:4] καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ, πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοί ἐν κιθάρᾳ θεὸς θεός μου.

5 [MT=43:5] Ἵνα τί περίλυπος εἶ ψυχή,1 καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, θεός μου.