top Psalm 41 (42)

Book II

Psalm 41 (42)


Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.

1 [MT=42:1] Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σέ θεός. 2 [MT=42:2] ἐδίψησεν ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; 3 [MT=42:3] ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτός, ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν, ποῦ ἐστιν θεός σου; 4 [MT=42:4] ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ· ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος1

5 [MT=42:5] Ἵνα τί περίλυπος εἶ ψυχή,2 καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου.

6 [MT=42:6]  θεός μου· πρὸς ἐμαυτὸν ψυχή μου ἐταράχθη, διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἐρμωνιὶμ3 ἀπὸ ὄρους μικροῦ. 7 [MT=42:7] ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου· πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. 8 [MT=42:8] ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδή·4 παρ' ἐμοί προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου, 9 [MT=42:9] ἐρῶ τῷ θεῷ, ἀντιλήμπτωρ μου εἶ, διὰ τί μου ἐπελάθου; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 10 [MT=42:10] ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με· ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν, ποῦ ἐστιν θεός σου;5

11 [MT=42:11] Ἵνα τί περίλυπος εἶ ψυχή,6 καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτηρίᾳ τοῦ προσώπου μου,7 θεός μου.