Psalm 51 (52)
Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυίδ, ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ ἦλθεν Δαυὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ.
1 [MT=52:1] Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; 2 [MT=52:2] ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. 3 [MT=52:3] ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. διάψαλμα. 4 [MT=52:4] ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.
5 [MT=52:5] Διὰ τοῦτο ὁ θεὸς καθελεῖ σὲ εἰς τέλος· ἐκτίλαι σὲ καὶ μεταναστεύσαι σὲ ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. διάψαλμα. 6 [MT=52:6] καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ' αὐτὸν γελάσονται καὶ ἐροῦσιν. 7 [MT=52:7] ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.
8 [MT=52:8] Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 9 [MT=52:9] ἐξομολογήσομαί σοί εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.