Psalm 69 (70)
Εἰς τὸ τέλος· τῷ Δαυὶδ εἰς ἀνάμνησιν.
1 [MT=70:1] Εἰς τὸ σῶσαί με κύριον. ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. 2 [MT=70:2] αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά, 3 [MT=70:3] ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε εὖγε. 4 [MT=70:4] ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοί πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός,1 μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριον σου. 5 [MT=70:5] ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός βοήθησόν μοι. βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.