top Psalm 75 (76)

Psalm 75 (76)


Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ἀσάφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον.

1 [MT=76:1] Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. 2 [MT=76:2] καὶ ἐγενήθη ἐν εἰρήνῃ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών· 3 [MT=76:3] ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. διάψαλμα.

4 [MT=76:4] Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. 5 [MT=76:5] ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. 6 [MT=76:6] ἀπὸ ἐπιτιμήσεώς σου, θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους. 7 [MT=76:7] σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ὀργή σου. 8 [MT=76:8] ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν 9 [MT=76:9] ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. διάψαλμα.

10 [MT=76:10] Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. 11 [MT=76:11] εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα 12 [MT=76:12] τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.