top Psalm 76 (77)

Psalm 76 (77)


Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούν· τῷ Ἀσὰφ ψαλμός.

1 [MT=77:1] φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι. 2 [MT=77:2] ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ψυχή μου. 3 [MT=77:3] ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα. 4 [MT=77:4] προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα.

5 [MT=77:5] Διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· 6 [MT=77:6] νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. 7 [MT=77:7] μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; 8 [MT=77:8]  εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; 9 [MT=77:9]  ἐπιλήσεται τοῦ οἰκτιρῆσαι θεὸς συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα.

10 [MT=77:10] Καὶ εἶπα, νῦν ἠρξάμην, αὕτη ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. 11 [MT=77:11] ἐμνήσθην τῶν ἔργων κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου 12 [MT=77:12] καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.

13 [MT=77:13]  θεός, ἐν τῷ ἁγίῳ ὁδός σου· τίς θεὸς μέγας ὡς θεὸς ἡμῶν; 14 [MT=77:14] σὺ εἶ θεὸς ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· 15 [MT=77:15] ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. διάψαλμα. 16 [MT=77:16] εἴδοσάν σὲ ὕδατα, θεός, εἴδοσάν σὲ ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων. 17 [MT=77:17] φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· 18 [MT=77:18] φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη γῆ. 19 [MT=77:19] ἐν τῇ θαλάσσῃ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. 20 [MT=77:20] ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῇ καὶ Ἀαρών.