top Psalm 74 (75)

Psalm 74 (75)


Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ἀσὰφ ᾠδῆς.

1 [MT=75:1] Ἐξομολογησόμεθά σοι, θεός, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. 2 [MT=75:2] διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ. 3 [MT=75:3] ἐτάκη γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα.

4 [MT=75:4] Εἶπα τοῖς παρανομοῦσιν, μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσιν, μὴ ὑψοῦτε κέρας, 5 [MT=75:5] μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν. 6 [MT=75:6] ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων, 7 [MT=75:7] ὅτι θεὸς κριτής ἐστιν, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. 8 [MT=75:8] ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.

9 [MT=75:9] Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ἰακώβ· 10 [MT=75:10] καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.