top Odes ch 6

Chapter 6

Προσευχὴ Ἰωνᾶ. Prayer of Jonah
(Jonah 2:3-10)
3 Ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου· ἤκουσας φωνῆς μου. 3 “I shouted to the Lord my God in my trouble, and he heard me, you heard the cry of my voice from out of the belly of hell.
4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. 4 You threw me away into the depths of the heart of the sea, and the rivers surrounded me. all your billows and your waves went over me.
5 κἀγὼ εἶπα ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου; 5 And I said, I am rejected from your eyes: then will I proceed to look toward your holy temple?
6 περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ κεφαλή μου εἰς σχισμὰς ὀρέων. 6 Water poured around me to the soul: the lowest deep surrounded me, my head sank into the crevices of the mountains.
7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ἐκ φθορᾶς ζωή μου, κύριε θεός μου. 7 I went down into the land, whose bars are the eternal barriers, and let my ruined life be restored to me, Oh my Lord God.
8 ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ' ἐμοῦ τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ προσευχή μου εἰς ναὸν ἅγιόν σου. 8 When my soul was failing me, I remembered the Lord; and may my prayer come to you into your holy temple.
9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον, 9 They who keep vain things and lies have forsaken their mercy.
10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοὶ· ὅσα ηὐξάμην, ἀποδώσω σοὶ εἰς σωτηρίαν μου τῷ κυρίῳ. 10 But with the voice of praise and thanksgiving, I will sacrifice to you; all I promised, I will pay to you, the Lord of salvation.”