top 2 Chronicles ch 16

Chapter 16

Asa Wars against Baasha

1 καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν καὶ ᾠκοδόμησεν τὴν Ῥαμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.

2 καὶ ἔλαβεν Ἀσὰ χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Ἀδὲρ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων 3 διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοί χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ' ἐμοῦ τὸν Βαασὰ βασιλέα Ἰσραὴλ καὶ ἀπελθέτω ἀπ' ἐμοῦ.

4 καὶ ἤκουσεν υἱὸς Ἀδὲρ τοῦ βασιλέως Ἀσὰ καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραὴλ καὶ ἐπάταξεν τὴν Ἰὼν καὶ τὴν Δὰν καὶ τὴν Ἀβελμαὶν καὶ πάσας τὰς περιχώρους Νεφθαλί.

5 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασὰ ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ῥαμὰ καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦ. 6 καὶ Ἀσὰ βασιλεὺς ἔλαβεν πάντα τὸν Ἰούδαν καὶ ἔλαβεν τοὺς λίθους τῆς Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς, ᾠκοδόμησεν Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαὲ καὶ τὴν Μασφά.

Asa Imprisons the Prophet

7 καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἁνανὶ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα καὶ εἶπεν αὐτῷ ἐν τῷ πεποιθέναι σὲ ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σὲ ἐπὶ κύριον θεόν σου, διὰ τοῦτο ἐσώθη δύναμις Συρίας ἀπὸ τῆς χειρός σου. 8 οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σὲ ἐπὶ κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου. 9 ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος. 10 καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.

11 καὶ ἰδοὺ οἱ λόγοι Ἀσὰ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

12 καὶ ἐμαλακίσθη Ἀσὰ ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησεν κύριον, ἀλλὰ τοὺς ἰατρούς. 13 καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ, 14 καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυίδ, καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.