top Esther ch 9

Chapter 9

9.3 Οἱ δὲ ἄρχοντες καὶ οἱ τύραννοι καὶ οἱ σατράπαι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· γὰρ φόβος Μαρδοχαίου ἐπέπεσεν ἐπ' αὐτούς. 9.4 καὶ προσέπεσεν ἐν Σούσοις ὀνομασθῆναι Ἁμὰν καὶ τοὺς ἀντικειμένους ἐν πάσῃ βασιλείᾳ. 9.6 καὶ ἀπέκτεινον ἐν Σούσοις οἱ Ἰουδαῖοι ἄνδρας ἑπτακοσίους 9.7 καὶ τόν Φαρσαν καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν Φαρνα 9.8 καὶ τὸν Γαγαφαρδαθα 9.9 καὶ τὸν Μαρμασαιμα καὶ τὸν Ιζαθουθ 9.10 καὶ τοὺς δέκα υἱοὺς Ἁμὰν Ἁμαδάθου τοῦ Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν πάντα τὰ αὐτῶν. 9.12 καὶ εἶπεν βασιλεὺς τῇ Ἐσθήρ Πῶς σοι οἱ ἐνταῦθα καὶ οἱ ἐν τῇ περιχώρῳ κέχρηνται;

9.13 καὶ εἶπεν Ἐσθὴρ Δοθήτω τοῖς Ἰουδαίοις οὓς ἐὰν θέλωσιν ἀνελεῖν καὶ διαρπάζειν. καὶ συνεχώρησεν.

9.16 καὶ ἀπώλεσαν μυριάδας ἑπτὰ καὶ ἑκατὸν ἄνδρας.

9.20 Ἔγραψε δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλε τοῖς Ἰουδαίοις, οἳ ἦσαν ἐν τῇ Ἀσσυήρου βασιλείᾳ, τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, 9.21 στῆσαι τὰς ἡμέρας ταύτας εἰς ὕμνους καὶ εὐφροσύνας ἀντὶ ὀδυνῶν καὶ πένθους, τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην. 9.22 καὶ ἀπέστειλε μερίδας τοῖς πένησιν, καὶ προσεδέξαντο.

9.26 διὰ τοῦτο ἐκλήθησαν αἱ ἡμέραι αὗται Φουραια διὰ τοὺς κλήρους τοὺς πεσόντας εἰς τὰς ἡμέρας ταύτας εἰς μνημόσυνον.