Chapter 8
8.14 Ἐξετέθη δὲ καὶ ἐν Σούσοις ἔκθεμα περιέχον τάδε, καὶ ὁ βασιλεὺς ἐνεχείρισε τῷ Μαρδοχαίῳ γράφειν ὅσα βούλεται. ἀπέστειλε δὲ Μαρδοχαῖος διὰ γραμμάτων καὶ ἐσφραγίσατο τῷ τοῦ βασιλέως δακτυλίῳ μένειν τὸ ἔθνος αὐτοῦ κατὰ χώρας ἕκαστον αὐτῶν καὶ ἑορτάζειν τῷ θεῷ. ἡ δὲ ἐπιστολή, ἣν ἀπέστειλεν ὁ Μαρδοχαῖος, ἦν ἔχουσα ταῦτα Ἁμὰν ἀπέστειλεν ὑμῖν γράμματα ἔχοντα οὕτως Ἔθνος Ἰουδαίων ἀπειθὲς σπουδάσατε ταχέως ἀναπέμψαι μοι εἰς ἀπώλειαν. ἐγὼ δὲ ὁ Μαρδοχαῖος μηνύω ὑμῖν τὸν ταῦτα ἐργασάμενον πρὸς ταῖς Σούσων πύλαις κεκρεμάσθαι καὶ τὸν οἶκον αὐτοῦ διακεχειρίσθαι· οὗτος γὰρ ἐβούλετο ἀποκτεῖναι ἡμᾶς τῇ τρίτῃ καὶ δεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδὰρ.
8.15 καὶ ὁ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν ἐσθῆτα καὶ διάδημα βύσσινον περιπόρφυρον· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν. 8.16 καὶ τοῖς Ἰουδαίοις ἐγένετο φῶς, πότος, κώθων. 8.17 καὶ πολλοὶ τῶν Ἰουδαίων περιετέμνοντο, καὶ οὐδεὶς ἐπανέστη αὐτοῖς· ἐφοβοῦντο γὰρ αὐτούς.