top Esther ch 7

Chapter 7

7.2 ὡς δὲ προῆγεν πρόποσις εἶπεν βασιλεὺς τῇ Ἐσθήρ Τί ἐστιν κίνδυνος καὶ τί τὸ αἴτημά σου; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου. καὶ ἠγωνίασεν Ἐσθὴρ ἐν τῷ ἀπαγγέλλειν, ὅτι ἀντίδικος ἐν ὀφθαλμοῖς αὐτῆς, καὶ θεὸς ἔδωκεν αὐτῇ θάρσος ἐν τῷ αὐτὴν ἐπικαλεῖσθαι αὐτόν. 7.3 καὶ εἶπεν Ἐσθὴρ Εἰ δοκεῖ τῷ βασιλεῖ, καὶ ἀγαθὴ κρίσις ἐν καρδίᾳ αὐτοῦ, δοθήτω λαός μου τῷ αἰτήματί μου καὶ τὸ ἔθνος τῆς ψυχῆς μου. 7.4 ἐπράθημεν γὰρ ἐγὼ καὶ λαός μου εἰς δούλωσιν, καὶ τὰ νήπια αὐτῶν εἰς διαρπαγήν, καὶ οὐκ ἤθελον ἀπαγγεῖλαι, ἵνα μὴ λυπήσω τὸν κύριόν μου· ἐγένετο γὰρ μεταπεσεῖν τὸν ἄνθρωπον τὸν κακοποιήσαντα ἡμᾶς. 7.5 καὶ ἐθυμώθη βασιλεὺς καὶ εἶπεν Τίς ἐστιν οὗτος, ὅς ἐτόλμησε ταπεινώσαι τὸ σημεῖον τῆς βασιλείας μου ὥστε παρελθεῖν τὸν φόβον σου; ὡς δὲ εἶδεν βασίλισσα ὅτι δεινὸν ἐφάνη τῷ βασιλεῖ, καὶ μισοπονηρεῖ, εἶπεν Μὴ ὀργίζου, κύριε· ἱκανὸν γὰρ ὅτι ἔτυχον τοῦ ἱλασμοῦ σου· εὐωχοῦ, βασιλεῦ· αὔριον δὲ ποιήσω κατὰ τὸ ῥῆμά σου. καὶ ὤμοσεν βασιλεὺς τοῦ ἀπαγγεῖλαι αὐτὴν αὐτῷ τὸν ὑπερηφανευσάμενον τοῦ ποιῆσαι τοῦτο καὶ μετὰ ὅρκου ὑπέσχετο ποιῆσαι αὐτῇ ἂν βούληται. 7.6 καὶ θαρσήσασα Ἐσθὴρ εἶπεν Ἁμὰν φίλος σου ψευδὴς οὑτοσί, πονηρὸς ἄνθρωπος οὗτος.

7.7 ἔκθυμος δὲ γενόμενος βασιλεὺς καὶ πλησθεὶς ὀργῆς ἀνεπήδησε καὶ ἦν περιπατῶν. καὶ Ἁμὰν ἐταράχθη4 καὶ προσέπεσεν ἐπὶ τοὺς πόδας Ἐσθὴρ τῆς βασιλίσσης ἐπὶ τὴν κοίτην ἔτι ἀνακειμένης.

7.8 καὶ βασιλεὺς ἐπέστρεψεν ἐπὶ τὸ συμπόσιον καὶ ἰδὼν εἶπεν Οὐχ ἱκανόν σοι ἁμαρτία τῆς βασιλείας, ἀλλὰ καὶ τὴν γυναῖκά μου ἐκβιάζῃ ἐνώπιόν μου; ἀπαχθήτω Ἁμὰν καὶ μὴ ζήτω. καὶ οὕτως ἀπήγετο. 7.9 καὶ εἶπεν Ἀγαθάς εἷς τῶν παίδων αὐτοῦ Ἰδοὺ ξύλον ἐν τῇ αὐλῇ αὐτοῦ πηχῶν πεντήκοντα, ἔκοψεν Ἁμὰν ἵνα κρεμάσῃ Μαρδοχαῖον τὸν λαλήσαντα ἀγαθὰ περὶ τοῦ βασιλέως· κέλευσον οὖν, κύριε, ἐπ' αὐτῷ αὐτὸν κρεμασθῆναι. καὶ εἶπεν βασιλεὺς Κρεμασθήτω ἐπ' αὐτῷ. 7.10 καὶ ἀφεῖλεν βασιλεὺς τὸ δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ, καὶ ἐσφραγίσθη ἐν αὐτῷ βίος αὐτοῦ. καὶ εἶπεν βασιλεὺς τῇ Ἐσθὴρ Καὶ Μαρδοχαῖον ἐβουλεύσατο κρεμάσαι τὸν σῴσαντά με ἐκ χειρὸς τῶν εὐνούχων; οὐκ ᾔδει ὅτι πατρῷον αὐτοῦ γένος ἐστὶν Ἐσθήρ; καὶ ἐκάλεσεν βασιλεὺς τὸν Μαρδοχαῖον καὶ ἐχαρίσατο αὐτῷ πάντα τὰ τοῦ Ἁμάν. καὶ εἶπεν αὐτῷ Τί θέλεις; καὶ ποιήσω σοι. καὶ εἶπε Μαρδοχαῖος Ὅπως ἀνέλῃς τὴν ἐπιστολὴν τοῦ Ἁμάν. καὶ ἐνεχείρισεν αὐτῷ βασιλεὺς τὰ κατὰ τὴν βασιλείαν. καὶ εἶπεν Ἐσθὴρ τῷ βασιλεῖ τῇ ἑξῆς Δός μοι κολάσαι τοὺς ἐχθρούς μου φόνῳ. ἐνέτυχε δὲ βασίλισσα Ἐσθὴρ καὶ κατὰ τῶν τέκνων Ἁμὰν τῷ βασιλεῖ, ὅπως ἀποθάνωσι καὶ αὐτοὶ μετὰ τοῦ πατρὸς αὐτῶν. καὶ εἶπεν βασιλεύς Γινέσθω. καὶ ἐπάταξε τοὺς ἐχθροὺς εἰς πλῆθος. ἐν δὲ Σούσοις ἀνθωμολογήσατο βασιλεὺς τῇ βασιλίσσῃ ἀποκτανθῆναι ἄνδρας καὶ εἶπεν Ἰδοὺ δίδωμί σοι τοῦ κρεμάσαι. καὶ ἐγένετο οὕτως. E.1 Καὶ ἔγραψε τὴν ὑποτεταγμένην ἐπιστολήν Βασιλεὺς μέγας Ἀσσυῆρος τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν καὶ εἴκοσι καὶ ἑπτὰ χωρῶν ἄρχουσι καὶ σατράπαις τοῖς τὰ ἡμέτερα φρονοῦσι χαίρειν. E.2 πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον φρονήσαντες E.3 οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τὸν δὲ κόρον οὐ δυνάμενοι φέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι κακά· E.4 καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις παρελθόντες τὸ τοῦ πάντα δυναστεύοντος δικαιοκρίτου μισοπόνηρον ἐκφυγεῖν διειληφότες, τὴν δίκην, E.5 πολλάκις ἐπ' ἐξουσιῶν τεταγμένοι τὰ τῶν ἐμπιστευομένων φίλων πράγματα χειρίζειν αἰτίους ἀθῴων αἱμάτων καταστήσαντες περιέβαλον συμφοραῖς ἀνηκέστοις E.6 τῷ τῆς κακοποιΐας ψεύδει παραλογισάμενοι τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην. E.7 σκοπεῖν δὲ ἔστιν ἐκ τῶν παραδεδομένων ἡμῖν ἱστοριῶν καὶ ὅσον τὸ παρὰ πόδας θεωροῦντες ἀξίως τῇ τῶν δυναστευόντων ὠμότητι E.8 προσέχειν εἰς τὰ μετέπειτα καὶ τὴν βασιλείαν ἀτάραχον παρέχειν πᾶσι τοῖς ἔθνεσι μετ' εἰρήνης E.9 οὐ χρώμενοι ταῖς διαβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα μετ' ἐπιεικείας διεξάγοντες. E.10 ἐπιξενωθεὶς γὰρ ἡμῖν Ἁμὰν Ἁμαδάθου Βουγαῖος ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν Περσῶν φρονήματος καὶ πολὺ διεστὼς τῆς ἡμετέρας χρηστότητος E.11 ἔτυχε τῆς ἐξ ἡμῶν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον ὥστε ἀναγορευθῆναι πατέρα ἡμῶν καὶ προσκυνεῖσθαι ὑπὸ πάντων τὸ δεύτερον τῶν βασιλικῶν θρόνων διατελεῖν. E.12 οὐκ ἐνεγκών δὲ τὴν ὑπερηφανίαν ἐπετήδευσεν ἡμᾶς τῆς ἀρχῆς καὶ τοῦ πνεύματος μεταστῆσαι, E.13 τόν δὲ ἡμέτερον σωτῆρα διὰ παντὸς Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τούτου κοινωνὸν Ἐσθὴρ σὺν τῷ παντὶ τούτων ἔθνει πολυπλόκοις μεθόδοις διαρτησάμενος εἰς ἀπώλειαν· E.14 διὰ γὰρ τούτων τῶν τρόπων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους ἐξαλλοτρίωσιν τῆς τῶν Περσῶν ἐπικρατείας ἕως εἰς τοὺς Μακεδόνας ἀγαγεῖν. E.15 τοὺς οὖν ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους ὑμῖν Ἰουδαίους εὑρίσκομεν μὴ ὄντας κακούργους, δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, E.16 ὄντας δὲ καὶ υἱοὺς τοῦ μόνου θεοῦ καὶ ἀληθινοῦ, τοῦ κατευθύναντος ἡμῖν τὴν βασιλείαν μέχρι τοῦ νῦν ἐν τῇ καλλίστῃ διαθέσει. E.17 καλῶς οὖν ποιήσατε μὴ προσέχοντες τοῖς προαπεσταλμένοις ὑμῖν ὑπὸ Ἁμὰν γράμμασιν E.18 διὰ τὸ καὶ αὐτὸν τὸν τὰ τοιαῦτα ἐργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι ἀποδεδωκότος αὐτῷ τὴν καταξίαν δίκην τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ κριτοῦ . E.19 ἐκτεθήτω δὲ τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἐν παντὶ τόπῳ χρῆσθαί τε τοὺς Ἰουδαίους τοῖς ἑαυτῶν νόμοις E.20 καὶ ἐπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους ἀμύνωνται. ἐκρίθη δὲ ὑπὸ τῶν κατὰ τὴν βασιλείαν Ἰουδαίων ἄγειν τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνός, ὅς ἐστιν Ἀδὰρ, καὶ τῇ πεντεκαιδεκάτῃ ἑορτάσαι, E.21 ὅτι ἐν αὐταῖς παντοκράτωρ ἐποίησεν αὐτοῖς σωτηρίαν καὶ εὐφροσύνην. E.23 καὶ νῦν μετὰ ταῦτα σωτηρίαν μὲν εὖ ποιοῦσι τοῖς Πέρσαις, τῶν δὲ ἐπιβουλευσάντων μνημόσυνον τῆς ἀπωλείας. E.24  δὲ πόλις καὶ χώρα, ἥτις κατὰ ταῦτα μὴ ποιήσαι, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετ' ὀργῆς καὶ οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς ἐκταθήσεται.