Chapter 6
6.1 Ὁ δὲ δυνατὸς ἀπέστησε τὸν ὕπνον τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ ἦν ἀγρυπνῶν. καὶ ἐκλήθησαν οἱ ἀναγνῶσται, καὶ τὸ βιβλίον τῶν μνημοσυνῶν ἀνεγινώσκετο αὐτῷ, 6.2 καὶ ἦν ὑπόθεσις τῶν εὐνούχων καὶ ὃ ἐποίησε Μαρδοχαῖος εὐεργέτημα τῷ βασιλεῖ. καὶ ἐπέστησεν ὁ βασιλεὺς τὸν νοῦν σφόδρα λέγων Πιστὸς ἀνὴρ Μαρδοχαῖος εἰς παραφυλακὴν τῆς ψυχῆς μου, διότι αὐτὸς ἐποίησέ με ζῆν ἄχρι τοῦ νῦν, καὶ κάθημαι σήμερον ἐπὶ τοῦ θρόνου μου καὶ οὐκ ἐποίησα αὐτῷ οὐθέν· οὐκ ὀρθῶς ἐποίησα.
6.3 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Τί ποιήσωμεν τῷ Μαρδοχαίῳ τῷ σωτῆρι τῶν λόγων τούτων; καὶ νοήσαντες οἱ νεανίσκοι διεφθόνουν αὐτῷ· ἐνέκειτο γὰρ φόβος Ἀμὰν ἐν τοῖς σπλάγχνοις αὐτῶν. καὶ ἐνόησεν ὁ βασιλεύς. καὶ ἐγένετο ὄρθρος. 6.4 καὶ ἠρώτησεν ὁ βασιλεύς Τίς ἐστιν ἔξω; καὶ ἦν Ἁμάν. Ἀμὰν δὲ ὠρθρίκει λαλῆσαι τῷ βασιλεῖ, ἵνα κρεμάσῃ τὸν Μαρδοχαῖον. 6.5 καὶ εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτόν.
6.6 ὡς δὲ εἰσῆλθεν, εἶπεν αὐτῷ ὁ βασιλεύς Τί ποιήσωμεν τῷ ἀνδρὶ τῷ τὸν βασιλέα τιμῶντι, ὃν ὁ βασιλεὺς βούλεται δοξάσαι; καὶ ἐλογίσατο ὁ Ἁμὰν λέγων ὅτι Τίνα βούλεται ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; 6.7 καὶ εἶπεν ὁ Ἀμὰν Ἄνθρωπος, ὃν ὁ βασιλεὺς βούλεται δοξάσαι, 6.8 ληφθήτω στολὴ βασιλικὴν καὶ ἵππος βασιλικός, ἐφ' ὃν ὁ βασιλεὺς ἐπιβαίνει, 6.9 καὶ εἷς τῶν ἐνδόξων, τῶν φίλων τοῦ βασιλέως, λαβέτω ταῦτα καὶ ἐνδυσάτω αὐτὸν καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ περιελθέτω τὴν πόλιν ἔμπροσθεν αὐτοῦ κηρύσσων Κατὰ τάδε ποιηθήσεται τῷ τὸν βασιλέα τιμῶντι, ὃν ὁ βασιλεὺς βούλεται δοξάσαι.
6.10 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἁμάν Ταχὺ δράμε καὶ λάβε τὸν ἵππον καὶ στολὴν ὡς εἴρηκας καὶ ποίησον Μαρδοχαίῳ τῷ Ἰουδαίῳ τῷ καθημένῳ ἐν τῷ πυλῶνι, καὶ μὴ παραπεσάτω ὁ λόγος σου. ὡς δὲ ἔγνω Ἁμὰν ὅτι οὐκ ἦν αὐτὸς ὁ δοξαζόμενος, ἀλλ' ὅτι Μαρδοχαῖος, συνετρίβη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ μετέβαλε τὸ πνεῦμα αὐτοῦ ἐν ἐκλύσει.
6.11 καὶ ἔλαβεν Ἁμὰν τὴν στολὴν καὶ τὸν ἵππον ἐντρεπόμενος τὸν Μαρδοχαῖον, καθότι ἐκείνῃ τῇ ἡμέρᾳ ἐκεκρίκει ἀνασκολοπίσαι αὐτόν, καὶ εἶπε τῷ Μαρδοχαίῳ Περιελοῦ τὸν σάκκον. καὶ ἐταράχθη Μαρδοχαῖος ὡς ἀποθνῄσκων καὶ ἀπεδύσατο μετ' ὀδύνης τὸν σάκκον καὶ ἐνεδύσατο ἱμάτια δόξης. καὶ ἐδόκει Μαρδοχαῖος τέρας θεωρεῖν, καὶ ἡ καρδία αὐτοῦ πρὸς τὸν κύριον, καὶ ἐξίστατο ἐν ἀφασίᾳ. καὶ ἔσπευσεν Ἁμὰν ἀναλαβεῖν αὐτὸν ἔφιππον. καὶ ἐξήγαγεν Ἁμὰν τὸν ἵππον ἔξω καὶ προσήγαγεν αὐτὸν Κατὰ τάδε ποιηθήσεται τῷ ἀνδρὶ τῷ τὸν βασιλέα τιμῶντι, ὃν ὁ βασιλεὺς βούλεται δοξάσαι.
6.12 καὶ ὁ μὲν Ἀμὰν ἀπῆλθε πρὸς ἑαυτὸν ἐσκυθρωπωμένος, ὁ δὲ Μαρδοχαῖος ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 6.13 καὶ διηγήσατο Ἀμὰν τῇ γυναικὶ αὐτοῦ πάντα τὰ γενόμενα αὐτῷ, καὶ εἶπεν ἡ γυνὴ αὐτοῦ καὶ οἱ σοφοὶ αὐτοῦ Ἀφ' ὅτε λαλεῖς περὶ αὐτοῦ κακά, προσπορεύεταί σοι τὰ κακά· ἡσύχαζε, ὅτι ὁ θεὸς ἐν αὐτοῖς. 6.14 καὶ αὐτῶν λαλούντων παρῆν τις ἐπὶ τὸν πότον σπουδάζων αὐτόν· καὶ οὕτως ἱλαρώθη καὶ πορευθεὶς ἀνέπεσε μετ' αὐτῶν ἐν ὥρᾳ.