top Esther ch 5

Chapter 5

D.1 Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐπαύσατο Ἐσθὴρ προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὰ ἱμάτια τῆς δόξης D.2 καὶ γενομένη ἐπιφανὴς καὶ ἐπικαλεσαμένη τὸν πάντων γνώστην καὶ σωτῆρα θεὸν παρέλαβε μεθ' ἑαυτῆς δύο ἅβρας D.3 καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, D.4  δὲ ἑτέρα ἐπηκολούθει ἐπικουφίζουσα τὸ ἔνδυμα αὐτῆς, D.5 καὶ αὐτὴ ἐρυθριῶσα ἐν ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ὡς προσφιλές, δὲ καρδία αὐτῆς ἀπεστενωμένη. D.6 καὶ εἰσελθοῦσα τὰς θύρας ἔστη ἐνώπιον τοῦ βασιλέως, καὶ βασιλεὺς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας ἐνδεδύκει, ὅλος διάχρυσος, καὶ λίθοι πολυτελεῖς ἐπ' αὐτῷ, καὶ φοβερὸς σφόδρα. D.7 καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον ἐν δόξῃ ἐνέβλεψεν αὐτῇ ὡς ταῦρος ἐν ἀκμῇ θυμοῦ αὐτοῦ, καὶ ἐφοβήθη βασίλισσα καὶ μετέβαλε τὸ πρόσωπον αὐτῆς ἐν ἐκλύσει καὶ ἐπικύπτω ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης. D.8 καὶ μετέβαλεν θεὸς τὸ πνεῦμα τοῦ βασιλέως καὶ μετέθηκε τὸν θυμὸν αὐτοῦ εἰς πραότητα, καὶ ἀγωνιάσας βασιλεὺς κατεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ καὶ παρεκάλεσεν αὐτὴν D.9 καὶ εἶπεν Τί ἐστιν, Ἐσθήρ; ἐγὼ εἰμι ἀδελφός σου, θάρσει, D.10 οὐ μὴ ἀποθάνῃς, ὅτι κοινόν ἐστι τὸ πρᾶγμα ἡμῶν, D.11 καὶ οὐ πρὸς σὲ ἀπειλή· ἰδοὺ τὸ σκῆπτρον ἐν τῇ χειρί σου. D.12 καὶ ἄρας τὸ σκῆπτρον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν Λάλησόν μοι. D.13 καὶ εἶπεν αὐτῷ Εἶδόν σε ὡς ἄγγελον θεοῦ, καὶ ἐτάκη καρδία μου ἀπὸ τῆς δόξης τοῦ θυμοῦ σου, κύριε. D.14 καὶ ἐπὶ τὸ πρόσωπον αὐτῆς μέτρον ἱδρῶτος· D.16 καὶ ἐταράσσετο βασιλεὺς καὶ πᾶσα θεραπεία αὐτοῦ, καὶ παρεκάλουν αὐτήν. 5.3 καὶ εἶπεν βασιλεύς Τί ἐστιν, Ἐσθήρ; ἀνάγγειλόν μοι, καὶ ποιήσω σοι· ἕως ἡμίσους τῆς βασιλείας μου. 5.4 καὶ εἶπεν Ἐσθὴρ Ἡμέρα ἐπίσημός μοι αὔριον· εἰ δοκεῖ οὖν τῷ βασιλεῖ, εἴσελθε σὺ καὶ Ἁμὰν φίλος σου εἰς τὸν πότον, ὃν ποιήσω αὔριον. 5.5 καὶ εἶπεν βασιλεύς Κατασπεύσατε τὸν Ἁμάν, ὅπως ποιήσωμεν τὸν λόγον Ἐσθήρ. καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν, ἣν ἐποίησεν Ἐσθήρ, δεῖπνον πολυτελές.

5.6 καὶ εἶπεν βασιλεὺς πρὸς Ἐσθὴρ βασίλισσα, τί τὸ θέλημά σου; αἴτησαι ἕως ἡμίσους τῆς βασιλείας μου, καὶ ἔσται σοι ὅσα ἀξιοῖς. 5.7 καὶ εἶπεν Ἐσθὴρ Τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου· 5.8 εἰ εὗρον χάριν ἐναντίον σοῦ, βασιλεῦ, καὶ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθὸν δοῦναι τὸ αἴτημά μου καὶ ποιῆσαι τὸ ἀξίωμά μου, ἐλθέτω βασιλεὺς καὶ Ἁμὰν εἰς τὴν δοχήν, ἣν ποιήσω αὐτοῖς καὶ τῇ αὔριον· καὶ αὔριον γὰρ ποιήσω κατὰ τὰ αὐτά. καὶ εἶπεν βασιλεύς Ποίησον κατὰ τὸ θέλημά σου.

5.9 καὶ ἀπηγγέλη τῷ Ἁμὰν κατὰ τὰ αὐτά, καὶ ἐθαύμασεν, καὶ βασιλεύς ἀναλύσας ἡσύχασεν. 5.10  δὲ Ἀμὰν εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ συνήγαγε τοὺς φίλους αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ Ζωσάραν τὴν γυναῖκα αὐτοῦ, 5.12 καὶ ἐκαυχᾶτο λέγων ὡς οὐδένα κέκληκεν βασίλισσα ἐν ἐπισήμῳ ἡμέρᾳ αὐτῆς εἰ μὴ τὸν βασιλέα καὶ ἐμὲ μόνον· καὶ αὔριον κέκλημαι· 5.13 τοῦτο δὲ λυπεῖ με μόνον, ὅταν ἴδω τὸν Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ τοῦ βασιλέως, καὶ μὴ προσκυνεῖ με. 5.14 καὶ εἶπεν αὐτῷ Ζωσάρα γυνὴ αὐτοῦ Ἐκ γένους Ἰουδαίων ἐστίν· ἐπεὶ συγκεχώρηκέ σε βασιλεὺς ἀφανίσαι τοὺς Ἰουδαίους, καὶ ἔδωκάν σοι οἱ θεοὶ εἰς ἐκδίκησιν αὐτῶν ἡμέραν ὀλέθριον, κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, καὶ κείσθω, καὶ κρέμασον αὐτὸν ἐπὶ τοῦ ξύλου, ὀρθρίσας δὲ πρὸς τὸν βασιλέα λαλήσεις αὐτῷ· καὶ νῦν εἰσελθὼν εὐφραίνου πρὸς τὸν βασιλέα. καὶ ἤρεσε τῷ Ἁμάν, καὶ ἐποίησεν οὕτως.