Chapter 4
4.1 Ὁ δὲ Μαρδοχαῖος ἐπέγνω πάντα τὰ γεγονότα, καὶ ἡ πόλις Σοῦσα ἐταράσσετο ἐπὶ τοῖς γεγενημένοις, καὶ πᾶσι τοῖς Ἰουδαίοις ἦν πένθος μέγα καὶ πικρὸν ἐν πάσῃ πόλει. 4.2 ὁ δὲ Μαρδοχαῖος ἐλθὼν εἰς τὸν οἶκον αὐτοῦ περιείλετο τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον καὶ σποδωθεὶς ἐξῆλθεν ὡς ἐπὶ τὴν αὐλὴν τὴν ἔξω καὶ ἔστη· οὐ γὰρ ἠδύνατο εἰσελθεῖν εἰς τὰ βασίλεια ἐν σάκκῳ.4.4 καὶ ἐκάλεσεν εὐνοῦχον ἕνα καὶ ἀπέστειλε πρὸς Ἐσθήρ, καὶ εἶπεν ἡ βασίλισσα Περιέλεσθε τὸν σάκκον καὶ εἰσαγάγετε αὐτόν· ὃς δὲ οὐκ ἤθελεν. 4.8 ἀλλ' εἶπεν Οὕτως ἐρεῖτε αὐτῇ Μὴ ἀποστρέψῃς τοῦ εἰσελθεῖν πρὸς τὸν βασιλέα καὶ κολακεῦσαι τὸ πρόσωπον αὐτοῦ ὑπὲρ ἐμοῦ καὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὧν ἐτράφης ἐν τῇ χειρί μου, ὅτι Ἁμὰν ὁ δευτερεύων λελάληκε τῷ βασιλεῖ καθ' ἡμῶν εἰς θάνατον. ἐπικαλεσαμένη οὖν τὸν θεὸν λάλησον περὶ ἡμῶν τῷ βασιλεῖ, καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου.
4.9 καὶ ἀπήγγειλεν αὐτῇ τὴν ὀδύνην τοῦ Ἰσραήλ. 4.10 καὶ ἀπέστειλεν αὐτῷ κατὰ τάδε λέγουσα 4.11 Σὺ γινώσκεις παρὰ πάντας ὅτι ὃς ἂν εἰσέλθῃ πρὸς τὸν βασιλέα ἄκλητος, ᾧ οὐκ ἐκτενεῖ τὴν ῥάβδον αὐτοῦ τὴν χρυσῆν, θανάτου ἔνοχος ἔσται. καὶ ἐγὼ οὐ κέκλημαι πρὸς αὐτόν, ἡμέραι εἰσὶ τριάκοντα· καὶ πῶς εἰσελεύσομαι νῦν ἄκλητος οὖσα;
4.13 καὶ ἀπέστειλε πρὸς αὐτὴν Μαρδοχαῖος καὶ εἶπεν αὐτῇ 4.14 Ἐὰν ὑπερίδῃς τὸ ἔθνος σου τοῦ μὴ βοηθῆσαι αὐτοῖς, ἀλλ' ὁ θεὸς ἔσται αὐτοῖς βοηθὸς καὶ σωτηρία, σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας;
4.15 καὶ ἀπέστειλεν ἡ βασίλισσα λέγουσα 4.16 Παραγγείλατε θεραπείαν καὶ δεήθητε τοῦ θεοῦ ἐκτενῶς· κἀγὼ δὲ καὶ τὰ κοράσιά μου ποιήσομεν οὕτως, καὶ εἰσελεύσομαι πρὸς τὸν βασιλέα ἄκλητος, εἰ δέοι καὶ ἀποθανεῖν με. 4.17 καὶ ἐποίησεν οὕτως Μαρδοχαῖος.
C.1 Καὶ ἐδεήθη τοῦ κυρίου μνημονεύων αὐτοῦ τὰ ἔργα C.2 καὶ εἶπεν Δέσποτα παντοκράτορ, οὗ ἐν τῇ ἐξουσίᾳ ἐστὶ τὰ πάντα, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν οἶκον Ἰσραήλ· C.3 ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν τὸ θαυμαζόμενον ἐν τῇ ὑπ' οὐρανόν, C.4 καὶ σὺ κυριεύεις πάντων. C.5 σὺ γὰρ πάντα γινώσκεις, καὶ τὸ γένος Ἰσραὴλ σὺ οἶδας· καὶ οὐχ ὅτι ἐν ὕβρει οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦ μὴ προσκυνεῖν τὸν ἀπερίτμητον Ἁμάν, C.6 ἐπεὶ εὐδόκουν φιλῆσαι τὰ πέλματα τῶν ποδῶν αὐτοῦ ἕνεκεν τοῦ Ἰσραήλ· C.7 ἀλλ' ἐποίησα ἵνα μηδένα προτάξω τῆς δόξης σοῦ δέσποτα, καὶ μηδένα προσκυνήσω πλὴν σοῦ τοῦ ἀληθινοῦ καὶ οὐ ποιήσω αὐτὸ ἐν πειρασμῷ. C.8 καὶ νῦν, κύριε, ὁ διαθέμενος πρὸς Ἀβραάμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιτέθεινται ἡμῖν εἰς καταφθορὰν καὶ ἐπιθυμοῦσιν ἀφανίσαι καὶ ἐξᾶραι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου·
C.9 μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου· C.10 ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ ἱλάσθητι τῆς κληρονομίας σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐφροσύνην, ἵνα ζῶντες ὑμνήσωμέν σε, καὶ μὴ ἀφανίσῃς στόμα ὑμνούντων σε.
C.12 Καὶ Ἐσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη C.13 καὶ ἀφείλατο τὰ ἱμάτια τῆς δόξης ἀφ' ἑαυτῆς καὶ πᾶν σημεῖον ἐπιφανείας αὐτῆς καὶ ἐνεδύσατο στενοχωρίαν καὶ πένθος καὶ ἀντὶ ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κόπρου ἔπλησε τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πᾶν σημεῖον κόσμου αὐτῆς καὶ ἀγαλλιάματος τερπνῶν τριχῶν ἔπλησε ταπεινώσεως C.14 καὶ ἐδεήθη τοῦ κυρίου καὶ εἶπεν Κύριε βασιλεῦ, σὺ εἶ μόνος βοηθός· βοήθησόν μοι τῇ ταπεινῇ καὶ οὐκ ἐχούσῃ βοηθὸν πλὴν σοῦ, C.15 ὅτι κίνδυνός μου ἐν τῇ χειρί μου. C.16 ἐγὼ δὲ ἤκουσα πατρικῆς μου βίβλου ὅτι ἐλυτρώσω τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας αὐτῶν ἐκ τῶν προγόνων αὐτῶν ἐπιθέμενος αὐτοῖς Ἰσραὴλ κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ἃ ἐλάλησας αὐτοῖς καὶ παρέσχου ὅσα ᾔτησαν.
C.17 ἡμάρτομεν ἐναντίον σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, C.18 εἰ ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ, κύριε. C.19 καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλ' ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν C.20 ἐξᾶραι ὁρισμὸν στόματός σου, ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σε καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστηρίου σου C.21 καὶ ἀνοῖξαι στόματα ἐχθρῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς τὸν αἰῶνα. C.22 μὴ δὴ παραδῷς, κύριε, τὸ σκῆπτρόν σου τοῖς μισοῦσί σε ἐχθροῖς, καὶ μὴ χαρείησαν ἐπὶ τῇ πτώσει ἡμῶν· στρέψον τὰς βουλὰς αὐτῶν ἐπ' αὐτούς, τὸν δὲ ἀρξάμενον ἐφ' ἡμᾶς εἰς κακὰ παραδειγμάτισον. C.23 ἐπιφάνηθι ἡμῖν, κύριε, καὶ γνώσθητι ἡμῖν ἐν καιρῷ θλίψεως ἡμῶν καὶ μὴ θραύσῃ ἡμᾶς.
C.24 δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου καὶ χαρίτωσον τὰ ῥήματά μου ἐνώπιον τοῦ βασιλέως καὶ μετάστρεψον τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ· C.25 ἡμᾶς δὲ ῥῦσαι ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ βοήθησόν μοι, ὅτι σὺ πάντων γνῶσιν ἔχεις C.26 καὶ οἶδας ὅτι βδελύσσομαι κοίτην ἀπεριτμήτου καὶ ἐμίσησα δόξαν ἀνόμου καὶ παντὸς ἀλλογενοῦς. C.27 σύ, κύριε, οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου, καὶ οὐ φορῶ αὐτὸ εἰ μὴ ἐν ἡμέρᾳ ὀπτασίας μου καὶ βδελύσσομαι αὐτὸ ὡς ῥάκος ἀποκαθημένης. C.28 καὶ οὐκ ἔφαγεν ἡ δούλη σου ἐπὶ τῶν τραπεζῶν αὐτῶν ἅμα, καὶ οὐκ ἐδόξασα βασιλέως συμπόσια καὶ οὐκ ἔπιον σπονδῆς οἶνον· C.29 καὶ οὐκ εὐφράνθημεν ἡ δούλη σου ἐφ' ἡμέραις μεταβολῆς μου εἰ μὴ ἐπὶ Σοὶ, δέσποτα. C.30 καὶ νῦν, δυνατὸς ὢν ἐπὶ πάντας, εἰσάκουσον φωνῆς ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων ἐφ' ἡμᾶς καὶ ἐξελοῦ με, κύριε, ἐκ χειρὸς τοῦ φόβου μου.