9 Esther 3 Greek Analytical
top Esther ch 3

Chapter 3

3.1 Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους, ἐμεγάλυνεν βασιλεὺς Ἀσσυῆρος Ἁμὰν Ἁμαδάθου Βουγαῖον καὶ ἐπῆρεν αὐτὸν καὶ ἔθηκε τὸν θρόνον αὐτοῦ ὑπεράνω τῶν φίλων αὐτοῦ ὥστε κάμπτεσθαι καὶ προσκυνεῖν αὐτῷ ἐπὶ τὴν γῆν πάντας. 3.2 πάντων οὖν προσκυνούντων αὐτῷ κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ. 3.3 καὶ εἶδον οἱ παῖδες τοῦ βασιλέως ὅτι Μαρδοχαῖος οὐ προσκυνεῖ τὸν Ἁμάν, καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν Μαρδοχαῖον Τί σὺ παρακούεις τοῦ βασιλέως καὶ οὐ προσκυνεῖς τὸν Ἁμάν;

3.4 καὶ ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰουδαῖός ἐστιν. καὶ ἀπήγγειλαν περὶ αὐτοῦ τῷ Ἁμάν. 3.5 ὡς δὲ ἤκουσεν Ἁμάν, ἐθυμώθη τῷ Μαρδοχαίῳ, καὶ ὀργὴ ἐξεκαύθη ἐν αὐτῷ, καὶ ἐζήτει ἀνελεῖν τὸν Μαρδοχαῖον καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν ἡμέρᾳ μιᾷ. 3.6 καὶ παραζηλώσας Ἁμὰν καὶ κινηθεὶς ἐν παντὶ τῷ θυμῷ αὐτοῦ ἐρυθρὸς ἐγένετο ἐκτρέπων αὐτὸν ἐξ ὀφθαλμῶν αὐτοῦ καὶ καρδίᾳ φαύλῃ ἐλάλει τῷ βασιλεῖ κακὰ περὶ Ἰσραήλ.

3.7 καὶ ἐπορεύθη Ἁμὰν πρὸς τοὺς θεοὺς αὐτοῦ τοῦ ἐπιγνῶναι ἡμέραν θανάτου αὐτῶν, καὶ βάλλει κλήρους εἰς τὴν τρισκαιδεκάτην τοῦ μηνὸς Ἀδὰρ Νισὰν φονεύειν πάντας τοὺς Ἰουδαίους ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ καὶ διαρπάζειν τὰ νήπια. 3.8 λέγων Ἔστι λαὸς διεσπαρμένος ἐν πάσαις ταῖς βασιλείαις, λαὸς πολέμου καὶ ἀπειθής, ἔξαλλα νόμιμα ἔχων, τοῖς δὲ νομίμοις σοῦ, βασιλεῦ, οὐ προσέχουσι γνωριζόμενοι ἐν πᾶσι τοῖς ἔθνεσι πονηροὶ ὄντες καὶ τὰ προστάγματά σου ἀθετοῦσι πρὸς καθαίρεσιν τῆς δόξης σου. 3.9 εἰ δοκεῖ οὖν τῷ βασιλεῖ, καὶ ἀγαθὴ κρίσις ἐν καρδίᾳ αὐτοῦ, δοθήτω μοι τὸ ἔθνος εἰς ἀπώλειαν, καὶ διαγράψω εἰς τὸ γαζοφυλάκιον ἀργυρίου τάλαντα μύρια. 3.10 καὶ περιείλετο βασιλεὺς τὸ δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ καὶ ἔδωκε τῷ Ἁμὰν λέγων Γράφε εἰς πάσας τὰς χώρας καὶ σφραγίζου τῷ δακτυλίῳ τοῦ βασιλέως· οὐ γὰρ ἔστιν ὃς ἀποστρέψει τὴν σφραγῖδα. 3.11 καὶ εἶπεν αὐτῷ βασιλεὺς Τὸ μὲν ἀργύριον ἔχε, τῷ δὲ ἔθνει χρῶ ὡς ἄν σοι ἀρεστὸν . 3.13 καὶ ἔσπευσε καὶ ἔδωκεν εἰς χεῖρας τρεχόντων ἱππέων.

B.1 Καὶ ὑπέγραψε τὴν ὑποτεταγμένην ἐπιστολήν Βασιλεὺς μέγας Ἀσσυῆρος τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν καὶ εἴκοσι καὶ ἑπτὰ χωρῶν ἄρχουσι καὶ σατράπαις τάδε γράφει B.2 Πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας τῆς οἰκουμένης ἐβουλήθηνμὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγωντοὺς τῶν ὑποτεταγμένων ἀταράχους διὰ παντὸς καταστῆσαι βίους, τὴν δὲ βασιλείαν ἥμερον καὶ πορευτὴν ἄχρι περάτων παρεχόμενος ἀνανεώσασθαι τὴν πᾶσιν ἀνθρώποις ποθουμένην εἰρήνην. B.3 πυνθανομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας σωφροσύνῃ παρ' ἡμῖν διενηνοχώς, εὐνοίᾳ ἀπαραλλάκτῳ καὶ βεβαίᾳ πίστει τὸ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενεγκάμενος Ἁμὰν B.4 ὑπέδειξεν ἡμῖν πάροικον ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμίχθαι δυσμενῆ τινὰ λαόν, τοῖς μὲν νόμοις ἀντιδικοῦντα πρὸς πᾶν ἔθνος, τά δὲ τῶν βασιλέων παραπέμποντα διηνεκῶς προστάγματα πρὸς τὸ μηδέποτε τὴν βασιλείαν εὐσταθείας τυγχάνειν. B.5 διειληφότες οὖν μονώτατον τὸ ἔθνος ἐναντίᾳ παραγωγῇ παντὸς κείμενον τῶν ἀνθρώπων διὰ τῶν νόμων ξενίζουσαν παραγωγὴν καὶ δυσνοοῦν τοῖς ἡμετέροις προστάγμασιν ἀεὶ τὰ χείριστα συντελεῖν κακὰ πρὸς τὸ μηδέποτε κατατίθεσθαι τῇ ὑφ' ἡμῶν κατευθυνομένῃ μοναρχίᾳ, B.6 προστετάχαμεν οὖν ὑμῖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Ἁμὰν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν ὁλορρίζους ἀπολέσαι σὺν γυναιξὶ καὶ τέκνοις ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δωδεκάτου (οὗτος μὴν Ἀδάρ, ὅς ἐστι Δύστρος), φονεύειν πάντας τοὺς Ἰουδαίους καὶ ἁρπάζειν τὰ νήπια, B.7 ἵνα οἱ πάλαι δυσμενεῖς καὶ νῦν ἐν ἡμέρᾳ μιᾷ συνελθόντες εἰς τὸν ᾅδην εἰς τὰ μετέπειτα εὐσταθήσωσιν καὶ μὴ διὰ τέλους παρέχωσιν ἡμῖν πράγματα.

3.15 Καὶ ἐν Σούσοις ἐξετέθη τὸ πρόσταγμα τοῦτο.