Chapter 2
2.1 Καὶ οὕτως ἔστη τοῦ μνημονεύειν τῆς Οὐαστὶν καὶ ὧν ἐποίησεν Ἀσσυήρῳ τῷ βασιλεῖ. 2.2 καὶ εἶπον οἱ λειτουργοὶ τοῦ βασιλέως Ζητήσωμεν παρθένους καλὰς τῷ εἴδει, 2.3 καὶ δοθήτωσαν προστατεῖσθαι ὑπὸ χεῖρα Γωγαίου τοῦ εὐνούχου τοῦ φύλακος τῶν γυναικῶν· 2.4 καὶ ἡ παῖς, ἣ ἐὰν ἀρέσῃ τῷ βασιλεῖ, κατασταθήσεται ἀντὶ Οὐαστίν. καὶ ἐποίησαν ἑτοίμως κατὰ ταῦτα.
2.5 καὶ ἦν ἀνὴρ Ἰουδαῖος ἐν Σούσοις τῇ πόλει, ᾧ ὄνομα Μαρδοχαῖος υἱὸς Ἰαείρου τοῦ Σεμεΐου τοῦ Κισαίου ἐκ φυλῆς Βενιαμιν. 2.7 καὶ ἦν ἐκτρέφων πιστῶς τὴν Ἐσθὴρ θυγατέρα ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ· καὶ ἦν ἡ παῖς καλὴ τῷ εἴδει σφόδρα καὶ ὡραία τῇ ὄψει.
2.8 καὶ ἐλήφθη τὸ κοράσιον εἰς τὸν οἶκον τοῦ βασιλέως· καὶ εἶδε Βουγαῖος ὁ εὐνοῦχος ὁ φυλάσσων τὸ κοράσιον, 2.9 καὶ ἤρεσεν αὐτῷ ὑπὲρ πάσας τὰς γυναῖκας. καὶ εὗρεν Ἐσθὴρ χάριν καὶ ἔλεον κατὰ πρόσωπον αὐτοῦ, καὶ ἔσπευσε προστατῆσαι αὐτῆς καὶ ἐπέδωκεν ὑπὲρ τὰ ἑπτὰ κοράσια, τὰς ἅβρας αὐτῆς. ὡς δὲ εἰσήχθη Ἐσθὴρ πρὸς τὸν βασιλέα, ἤρεσεν αὐτῷ σφόδρα. 2.14 καὶ ὅταν ἐγένετο ἑσπέρα, εἰσήγετο, καὶ τὸ πρωῒ ἀπελύετο.
2.17 ὡς δὲ κατεμάνθανεν ὁ βασιλεὺς πάσας τὰς παρθένους, ἐφάνη ἐπιφανεστάτη Ἐσθήρ, καὶ εὗρε χάριν καὶ ἔλεον κατὰ πρόσωπον αὐτοῦ, καὶ ἐπέθηκε τὸ διάδημα τῆς βασιλείας ἐπὶ τὴν κεφαλὴν αὐτῆς. 2.18 καὶ ἤγαγεν ὁ βασιλεὺς τὸν γάμον τῆς Ἐσθὴρ ἐπιφανῶς, καὶ ἐποίησεν ἀφέσεις πάσαις ταῖς χώραις.