top Esther ch 1

Chapter 1

A.1  Ἔτους δευτέρουύ βασιλεύοντος Ἀσσυήρουή τοῦ μεγάλου μιᾷ τοῦ μηνὸς Ἀδὰρ Νισαν (ὅς ἐστι Δύστρος Ξανθικός) ἐνύπνιον εἶδε Μαρδοχαῖος τοῦ Ἰαείρου τοῦ Σεμεΐου τοῦ Κισαίου τῆς φυλῆς Βενιαμιν, A.2 ἄνθρωπος μέγας A.3 τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσε Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος μετὰ Ιεχονίου τοῦ βασιλέως τῆς Ἰουδαίας.

A.4 καὶ τοῦτο ἦν αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωνὴ καὶ κραυγὴ θορύβου, βρονταὶ καὶ σεισμὸς καὶ τάραχος ἐπὶ τῆς γῆς. A.5 καὶ ἰδοὺ δύο δράκοντες, καὶ προσῆλθον ἀμφότεροι παλαίειν, καὶ ἐγένετο αὐτῶν φωνή, A.6 καὶ ἐταράσσετο πάντα ἀπὸ τῆς φωνῆς τῆς κραυγῆς ταύτης. μαρτυρομένη πᾶσι τοῖς λαοῖς A.7 ἡμέρα σκότους καὶ γνόφου, A.8 καὶ ταραχὴ πολέμου, καὶ ἡτοιμάσατο πᾶν ἔθνος πολεμῆσαι, A.9 καὶ ἀνεβοήσαμεν πρὸς κύριον ἀπὸ φωνῆς τῆς κραυγῆς αὐτῶν. καὶ ἐγένετο ἐκ πηγῆς μικρᾶς ὕδωρ πολύ, ποταμὸς μέγας· A.10 φῶς, ἥλιος ἀνέτειλε, καὶ οἱ ποταμοὶ ὑψώθησαν καὶ κατέπιον τοὺς ἐνδόξους. A.11 καὶ ἀναστὰς Μαρδοχαῖος ἐκ τοῦ ὕπνου αὐτοῦ ἐμερίμνα τί τὸ ἐνύπνιον καὶ τί δυνατὸς ἑτοιμάζει ποιῆσαι. καὶ τὸ ἐνύπνιον αὐτοῦ κεκρυμμένον ἦν ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ ἦν ἀναζητῶν αὐτό. ἐπίκρισις αὐτοῦ διασαφηθήσεται αὐτῷ ἕως τῆς ἡμέρας

A.12 ἧς ὕπνωσεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ τοῦ βασιλέως μετὰ Αστάου καὶ Θεδεύτου τῶν δύο εὐνούχων τοῦ βασιλέως A.13 καὶ ἤκουσε τοὺς λόγους αὐτῶν καὶ τὰς διαβολὰς αὐτῶν, ὡς ἐξηγοῦντο τοῦ ἐπιθέσθαι Ἀσσυήρῳ τῷ βασιλεῖ τοῦ ἀνελεῖν αὐτόν. εὖ δὲ φρονήσας Μαρδοχαῖος ἀπήγγειλε περὶ αὐτῶν. A.14 καὶ ἤτασεν βασιλεὺς τοὺς δύο εὐνούχους καὶ εὗρε τοὺς λόγους Μαρδοχαίου, καὶ ὁμολογήσαντες οἱ εὐνοῦχοι ἀπήχθησαν. A.15 καὶ ἔγραψεν Ἀσσυῆρος βασιλεὺς περὶ τῶν λόγων τούτων, καὶ ἐγράφη Μαρδοχαῖος ἐν τῷ βιβλίῳ τοῦ βασιλέως περὶ τοῦ μνημονεύειν τῶν λόγων τούτων. A.16 καὶ ἐνετείλατο βασιλεὺς περὶ τοῦ Μαρδοχαίου θεραπεύειν αὐτὸν ἐν τῇ αὐλῇ τοῦ βασιλέως καὶ πᾶσαν θύραν ἐπιφανῶς τηρεῖν καὶ ἔδωκεν αὐτῷ περὶ τούτων A.17 Ἁμὰν Ἁμαδάθου Μακεδόνα κατὰ πρόσωπον τοῦ βασιλέως. καὶ ἐζήτει Ἁμὰν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ πάντα τὸν λαὸν αὐτοῦ ὑπὲρ τοῦ λελαληκέναι αὐτὸν τῷ βασιλεῖ περὶ τῶν εὐνούχων, διότι ἀνῃρέθησαν.

1.1 Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ἡμέραις Ἀσσυήρου τοῦ βασιλέως τοῦ μεγάλου, ὑπετάγησαν αὐτῷ ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χῶραι. 1.2 ἐν τῷ καθῆσθαι Ἀσσυῆρον ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ,  καὶ ἐποίησεν βασιλεὺς πότον τοῖς ἄρχουσι τῆς αὐλῆς Περσῶν καὶ Μήδων, καὶ οἱ ἄρχοντες τῶν χωρῶν κατὰ πρόσωπον αὐτοῦ,

1.4 εἰς τὸ ἐπιδειχθῆναι τὸν πλοῦτον τῆς δόξης τοῦ βασιλέως καὶ τὴν τιμὴν τῆς καυχήσεως αὐτοῦ ἐπὶ ὀγδοήκοντα καὶ ἑκατὸν ἡμέρας, 1.5 ἕως ἀνεπληρώθησαν αἱ ἡμέραι ἃς ἐποίησεν βασιλεὺς πᾶσι τοῖς εὑρεθεῖσιν ἐν Σούσοις τῇ πόλει ἀπὸ μεγάλου ἕως μικροῦ, πότον ἐν ἡμέραις ἑπτὰ ἔνδον ἐν τῇ αὐλῇ τοῦ βασιλέως, ἄγων τὰ σωτήρια αὐτοῦ. 1.6 ἦν δὲ ἐξεστρωμένα βύσσινα καὶ καρπάσινα καὶ ὑακίνθινα καὶ κόκκινα ἐμπεπλεγμένα ἐν ἄνθεσιν, καὶ σκηνὴ τεταμένη ἐν σχοινίοις βυσσίνοις καὶ πορφυροῖς ἐπὶ κύβοις ἀργυροῖς καὶ στύλοις Παρίνοις καὶ περιχρύσοις, καὶ κλῖναι χρυσαῖ ἐπὶ λιθόστρωτον σμαράγδου, καὶ κύκλῳ ῥόδα, 1.7 καὶ ποτήρια χρυσᾶ ἔξαλλα καὶ οἶνον βασιλικὸς ὃν βασιλεὺς πίνει, 1.8 καὶ πότος κατὰ τὸν νόμον· οὕτως γὰρ ἐπέταξεν βασιλεύς ποιῆσαι τὸ θέλημα τῶν ἀνθρώπων. 1.9 καὶ Οὐαστὶν βασίλισσα ἐποίησε δοχὴν μεγάλην πάσαις ταῖς γυναιξὶν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.

1.10 ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐν τῷ εὐφρανθῆναι τὸν βασιλέα ἐν τῷ οἴνῳ εἶπεν βασιλεὺς τοῖς παισὶν αὐτοῦ 1.11 ἀγαγεῖν Οὐαστὶν τὴν βασίλισσαν εἰς τὸ συνεστηκὸς συμπόσιον ἐν τῷ διαδήματι τῆς βασιλείας αὐτῆς κατὰ πρόσωπον τῆς στρατιᾶς αὐτοῦ. 1.12 καὶ οὐκ ἠθέλησεν Οὐαστὶν ποιῆσαι τὸ θέλημα τοῦ βασιλέως διὰ χειρὸς τῶν εὐνούχων. ὡς δὲ ἤκουσεν βασιλεὺς ὅτι ἠκύρωσεν Οὐαστὶν τὴν βουλὴν αὐτοῦ, ἐλυπήθη σφόδρα, καὶ ὀργὴ ἐξεκαύθη ἐν αὐτῷ.

1.13 καὶ εἶπεν βασιλεὺς πᾶσι τοῖς σοφοῖς τοῖς εἰδόσι νόμον καὶ κρίσιν τί ποιήσαι τῇ βασιλίσσῃ περὶ τοῦ μὴ τεθεληκέναι αὐτὴν ποιῆσαι τὸ θέλημα τοῦ βασιλέως. 1.14 καὶ προσῆλθον πρὸς αὐτὸν οἱ ἄρχοντες Περσῶν καὶ Μήδων καὶ οἱ ὁρῶντες τὸ πρόσωπον τοῦ βασιλέως καὶ οἱ καθήμενοι ἐν τοῖς βασιλείοις.

1.16 καὶ παρεκάλεσεν αὐτὸν Βουγαῖος λέγων Οὐ τὸν βασιλέα μόνον ἠδίκηκεν Οὐαστὶν βασίλισσα, ἀλλὰ καὶ τοὺς ἄρχοντας Περσῶν καὶ Μήδων· καὶ εἰς πάντας τοὺς λαοὺς ἀδικία αὐτῆς ἐξῆλθεν, ὅτι ἠκύρωσε τὸ πρόσταγμα τοῦ βασιλέως. 1.19 εἰ δοκεῖ οὖν τῷ κυρίῳ ἡμῶν καὶ ἀρεστὸν τῷ φρονήματι αὐτοῦ, γραφήτω εἰς πάσας τὰς χώρας καὶ πρὸς πάντα τὰ ἔθνη, καὶ γνωσθήτω ἠθετηκυῖα τὸν λόγον τοῦ βασιλέως Οὐαστίν· δὲ βασιλεία δοθήτω ἄλλῃ, κρείττονι οὔσῃ αὐτῆς, 1.20 καὶ φαινέσθω ὑπακούουσα τῆς φωνῆς τοῦ βασιλέως καὶ ποιήσει ἀγαθὸν πάσαις ταῖς βασιλείαις· καὶ πᾶσαι αἱ γυναῖκες δώσουσι τιμὴν καὶ δόξαν τοῖς ἀνδράσιν αὐτῶν ἀπὸ πτωχῶν ἕως πλουσίων.

1.21 καὶ ἀγαθὸς λόγος ἐν καρδίᾳ τοῦ βασιλέως, καὶ ἐποίησεν ἑτοίμως κατὰ τὸν λόγον τοῦτον.