top Jonah ch 2

Chapter 2

Jonah's Prayer

1 [MT=1:17] Καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

2 [MT=2:1] καὶ προσηύξατο Ἰωνᾶς πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους

3 [MT=2:2] καὶ εἶπεν Ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου. 4 [MT=2:3] ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. 5 [MT=2:4] καὶ ἐγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου; 6 [MT=2:5] περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ κεφαλή μου εἰς σχισμὰς ὀρέων. 7 [MT=2:6] κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω φθορὰ ζωῆς μου, κύριε θεός μου.

8 [MT=2:7] ἐν τῷ ἐκλείπειν ἀπ' ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ προσευχή μου εἰς ναὸν ἅγιόν σου. 9 [MT=2:8] φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον. 10 [MT=2:9] ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοί ὅσα ηὐξάμην, ἀποδώσω σοί σωτηρίου τῷ κυρίῳ.

11 [MT=2:10] καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.