top Psalm 26 (27)

Psalm 26 (27)


Τοῦ Δαυὶδ πρὸ τοῦ χρισθῆναι.

1 [MT=27:1] Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω; 2 [MT=27:2] ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. 3 [MT=27:3] ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. 4 [MT=27:4] μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. 5 [MT=27:5] ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέν με, 6 [MT=27:6] καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ' ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ·

7 [MT=27:7] Εἰσάκουσον, κύριε τῆς φωνῆς μου ἧς ἐκέκραξα, ἐλέησόν με, καὶ εἰσάκουσόν μου. 8 [MT=27:8] σοί εἶπεν καρδία μου, ἐζήτησεν τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου, κύριε ζητήσω. 9 [MT=27:9] μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς1 με, καὶ μὴ ἐγκαταλίπῃς με θεὸς σωτήρ μου. 10 [MT=27:10] ὅτι πατήρ μου καὶ μήτηρ μου ἐγκατέλιπόν με, δὲ κύριος προσελάβετό με. 11 [MT=27:11] νομοθέτησόν με, κύριε, τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου· 12 [MT=27:12] μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἀδικία ἑαυτῇ.

13 [MT=27:13] Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. 14 [MT=27:14] ὑπόμεινον τὸν κύριον, ἀνδρίζου καὶ κραταιούσθω καρδία σου, καὶ ὑπόμεινον τὸν κύριον.