top Psalm 27 (28)

Psalm 27 (28)


Τοῦ Δαυίδ.

1 [MT=28:1] Πρὸς σέ κύριε ἐκέκραξα, θεός μου μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ,1 μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ,1 καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 2 [MT=28:2] εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ, ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου. 3 [MT=28:3] μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με, τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. 4 [MT=28:4] δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. 5 [MT=28:5] ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.

6 [MT=28:6] Εὐλογητὸς κύριος ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου. 7 [MT=28:7] κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ' αὐτῷ ἤλπισεν καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. 8 [MT=28:8] κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστιν.

9 [MT=28:9] Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτούς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.