Psalm 28 (29)
Ψαλμὸς τῷ Δαυὶδ ἐξοδίου σκηνῆς.
1 [MT=29:1] Ἐνέγκατε τῷ κυρίῳ υἱοὶ θεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν· ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, 2 [MT=29:2] ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
3 [MT=29:3] Φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν. 4 [MT=29:4] φωνὴ κυρίου ἐν ἰσχύϊ, φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ. 5 [MT=29:5] φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου· 6 [MT=29:6] καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 7 [MT=29:7] φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός. 8 [MT=29:8] φωνὴ κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει κύριος τὴν ἔρημον Κάδης. 9 [MT=29:9] φωνὴ κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. 10 [MT=29:10] κύριος τὸν κατακλυσμὸν κατοικιεῖ· καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. 11 [MT=29:11] κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.