top Psalm 29 (30)

Psalm 29 (30)


Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τῷ Δαυίδ.

1 [MT=30:1] Ὑψώσω σὲ κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ. 2 [MT=30:2] κύριε θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με. 3 [MT=30:3] κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.

4 [MT=30:4] Ψάλατε τῷ κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. 5 [MT=30:5] ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.

6 [MT=30:6] Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. 7 [MT=30:7] κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. 8 [MT=30:8] πρὸς σέ κύριε κεκράξομαι, καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι. 9 [MT=30:9] τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοί χοῦς; ἀναγγελεῖ τὴν ἀλήθειάν σου; 10 [MT=30:10] ἤκουσεν κύριος καὶ ἠλέησέν με, κύριος ἐγενήθη βοηθός μου. 11 [MT=30:11] ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί, διέρρηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην· 12 [MT=30:12] ὅπως ἄν ψάλῃ σοί δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. κύριε θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.