Psalm 30 (31)
Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ, ἐκστάσεως.
1 [MT=31:1] Ἐπὶ Σοὶ κύριε ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. 2 [MT=31:2] κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. 3 [MT=31:3] ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σύ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με. 4 [MT=31:4] ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, κύριε. 5 [MT=31:5] εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με κύριε ὁ θεὸς τῆς ἀληθείας. 6 [MT=31:6] ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς·1 ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα. 7 [MT=31:7] ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου· ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. 8 [MT=31:8] καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
9 [MT=31:9] Ἐλέησόν με, κύριε ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. 10 [MT=31:10] ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. 11 [MT=31:11] παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσίν μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου· οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ. 12 [MT=31:12] ἐπελήσθην ὡσεὶ νεκρός ἀπὸ καρδίας· ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός, 13 [MT=31:13] ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμέ, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.
14 [MT=31:14] Ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε· εἶπα σὺ εἶ ὁ θεός μου, 15 [MT=31:15] ἐν ταῖς χερσίν σου οἱ καιροί2 μου· ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με. 16 [MT=31:16] ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. 17 [MT=31:17] κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ᾅδου. 18 [MT=31:18] ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.
19 [MT=31:19] Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε; ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. 20 [MT=31:20] κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. 21 [MT=31:21] εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. 22 [MT=31:22] ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου· διὰ τοῦτο εἰσήκουσας, κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
23 [MT=31:23] Ἀγαπήσατε τὸν κύριον πάντες οἱ ὅσιοι αὐτοῦ ὅτι ἀληθείας ἐκζητεῖ κύριος, καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. 24 [MT=31:24] ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον.