top Psalm 82 (83)

Psalm 82 (83)


ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ.

1 [MT=83:1]  θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, θεός·

2 [MT=83:2] Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σὲ ἦραν κεφαλήν, 3 [MT=83:3] ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· 4 [MT=83:4] εἶπαν, δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. 5 [MT=83:5] ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ1 τὸ αὐτό, κατὰ σου διαθήκην διέθεντο 6 [MT=83:6] τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἁγαρηνοί, 7 [MT=83:7] Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· 8 [MT=83:8] καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λώτ. διάψαλμα.

9 [MT=83:9] Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρα, ὡς Ἰαβὶν ἐν τῷ χειμάρρῳ Κισῶν· 10 [MT=83:10] ἐξωλεθρεύθησαν ἐν Ἀενδώρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. 11 [MT=83:11] θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ πάντας τοὺς ἄρχοντας αὐτῶν, 12 [MT=83:12] οἵτινες εἶπαν κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ. 13 [MT=83:13]  θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· 14 [MT=83:14] ὡσεὶ πῦρ, διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη, 15 [MT=83:15] οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. 16 [MT=83:16] πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε. 17 [MT=83:17] αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν 18 [MT=83:18] καὶ γνώτωσαν ὅτι ὄνομά σοί κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.