top Psalm 81 (82)

Psalm 81 (82)


Ψαλμὸς τῷ Ἀσάφ.

1 [MT=82:1]  θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει, 2 [MT=82:2] ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα. 3 [MT=82:3] κρίνατε ὀρφανὸν καὶ πτωχόν, ταπεινὸν καὶ πένητα δικαιώσατε· 4 [MT=82:4] ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.

5 [MT=82:5] Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. 6 [MT=82:6] ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· 7 [MT=82:7] ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.

8 [MT=82:8] Ἀνάστα, θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.