Psalm 80 (81)
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τῷ Ἀσὰφ ψαλμός.
1 [MT=81:1] Ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ θεῷ Ἰακώβ· 2 [MT=81:2] λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας· 3 [MT=81:3] σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν·
4 [MT=81:4] Ὅτι πρόσταγμα τῷ Ἰσραὴλ ἐστὶν καὶ κρίμα τῷ θεῷ Ἰακώβ. 5 [MT=81:5] μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω ἤκουσεν·
6 [MT=81:6] Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. 7 [MT=81:7] ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σὲ ἐπὶ ὕδατος ἀντιλογίας. διάψαλμα. 8 [MT=81:8] ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι· Ἰσραήλ, ἐὰν ἀκούσῃς μου, 9 [MT=81:9] οὐκ ἔσται ἐν σοί θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ· 10 [MT=81:10] ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σὲ ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. 11 [MT=81:11] καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχεν μοι· 12 [MT=81:12] καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
13 [MT=81:13] Εἰ ὁ λαός μου ἤκουσέν μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, 14 [MT=81:14] ἐν τῷ μηδενὶ ἄν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου. 15 [MT=81:15] οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. 16 [MT=81:16] καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.