top Psalm 90 (91)

Psalm 90 (91)


Αἶνος ᾠδῆς τῷ Δαυίδ.

1 [MT=91:1]  κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 2 [MT=91:2] ἐρεῖ τῷ κυρίῳ, ἀντιλήμπτωρ μου εἶ καὶ καταφυγή μου, θεός μου, ἐλπιῶ ἐπ' αὐτόν, 3 [MT=91:3] ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. 4 [MT=91:4] ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σὲ ἀλήθεια αὐτοῦ. 5 [MT=91:5] οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 6 [MT=91:6] ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. 7 [MT=91:7] πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· 8 [MT=91:8] πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.

9 [MT=91:9] Ὅτι σύ, κύριε, ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγήν σου. 10 [MT=91:10] οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, 11 [MT=91:11] ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σου τοῦ διαφυλάξαι σὲ ἐν πάσαις ταῖς ὁδοῖς σου· 12 [MT=91:12] ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· 13 [MT=91:13] ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.

14 [MT=91:14] Ὅτι ἐπ' ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. 15 [MT=91:15] ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλίψει καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. 16 [MT=91:16] μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριον μου.