Chapter 19
NAS | TextRec |
---|
19:1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητὰς | 1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρών τινας μαθητάς, |
It happened while Apollōs was at Corinth, that after passing through the upper country, Paul came to Ephesus, and found some disciples. | It happened while Apollōs was at Corinth, that after passing through the upper country, Paul came to Ephesus, and found some disciples. |
19:2 εἶπέν
τε
πρὸς
αὐτούς,
εἰ
πνεῦμα
ἅγιον
ἐλάβετε
πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν, ἀλλ' οὐδ' εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. |
2 εἶπε
πρὸς
αὐτούς,
εἰ
πνεῦμα
ἅγιον
ἐλάβετε
πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν, ἀλλ' οὐδὲ εἰ πνεῦμα ἅγιον ἔστιν, ἠκούσαμεν. |
He said to them, “After believing, did you receive the Holy Spirit?” And they said to him, “But we have never heard whether there is a Holy Spirit.” | He said to them, “After believing, did you receive the Holy Spirit?” And they said to him, “But we have never heard whether there is a Holy Spirit.” |
19:3 εἶπέν
τε,
εἰς
τί
οὖν
ἐβαπτίσθητε; οἱ δὲ εἶπαν, εἰς τὸ Ἰωάννου βάπτισμα. |
3 εἶπέ
τε,
πρὸς
αὐτοὺς,
εἰς
τί
οὖν
ἐβαπτίσθητε; οἱ δὲ εἶπον, εἰς τὸ Ἰωάννου βάπτισμα; |
And he said, “Into what then were you baptized?” And they said, “Into Jōhn's baptism.” | And he said to them, “Into what then were you baptized?” And they said, “Into Jōhn's baptism.” |
19:4 εἶπεν δὲ Παῦλος, Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ' ἔστιν εἰς τὸν Ἰησοῦν. | 4 εἶπε δὲ Παῦλος, Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσι, τουτέστιν εἰς τὸν Χριστὸν Ἰησοῦν. |
Paul said, “Jōhn baptized with the baptism of repentance, telling the people to believe in him who was coming after him, that is, in Jesus.” | Paul said, “Jōhn indeed baptized with the baptism of repentance, telling the people to believe in him who was coming after him, that is, in Christ Jesus.” |
19:5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, | 5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. |
After hearing this, they were baptized in the name of the Lord Jesus. | After hearing this, they were baptized in the name of the Lord Jesus. |
19:6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου [τὰς] χεῖρας ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. | 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. |
And after Paul had laid his hands upon them, the Holy Spirit came on them, and they began speaking with tongues and prophesying. | And after Paul had laid his hands upon them, the Holy Spirit came on them, and they began speaking with tongues and prophesying. |
19:7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα. | 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. |
There were in all about twelve men. | There were in all about twelve men. |
19:8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων [τὰ] περὶ τῆς βασιλείας τοῦ θεοῦ. | 8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγήν, ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ. |
And after entering the synagogue, he kept speaking out boldly for three months, reasoning and persuading them about the kingdom of God. | And after entering the synagogue, he kept speaking out boldly for three months, reasoning and persuading them about the kingdom of God. |
19:9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν ἀφώρισεν τοὺς μαθητὰς καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου. | 9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν ἀφώρισε τοὺς μαθητάς, καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. |
But when some were becoming hardened and disbelieving, speaking evil of the Way before the group, he departed from them and took away the disciples, reasoning day by day in the school of Tyrannus. | But when some were becoming hardened and disbelieving, speaking evil of the Way before the group, he departed from them and took away the disciples, reasoning day by day in the school of Tyrannus. |
19:10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας. | 10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας· |
This happened for two years, so that all who lived in Asia Minor heard the word of the Lord, both Jews and Greeks. | This happened for two years, so that all who lived in Asia Minor heard the word of the Lord Jesus, both Jews and Greeks. |
19:11 Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, | 11 Δυνάμεις τε οὐ τὰς τυχούσας ἐποίει ὁ θεὸς διὰ τῶν χειρῶν Παύλου, |
By the hands of Paul, God was performing miracles which were extraordinary, | By the hands of Paul, God was performing miracles which were extraordinary, |
19:12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι. | 12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ' αὐτῶν. |
so that even handkerchiefs or aprons were brought from his body to the sick, and the diseases left them and the evil spirits went out. | so that even handkerchiefs or aprons were brought from his body to the sick, and the diseases left them and the evil spirits went out from them. |
19:13 ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες, ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει. | 13 ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, λέγοντες, ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν ὁ Παῦλος κηρύσσει. |
But also some of the Jewish exorcists, who went from place to place, attempted to address those who had the evil spirits with the name of the Lord Jesus, saying, “I order you by Jesus whom Paul preaches.” | But also some of the Jewish exorcists, who went from place to place, attempted to address those who had the evil spirits with the name of the Lord Jesus, saying, “I order you by Jesus whom Paul preaches.” |
19:14 ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες. | 14 ἦσαν δέ τινές υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. |
There were seven sons of Sceva, a Jewish chief priest, doing this. | There were seven sons of Sceva, a Jewish chief priest, doing this. |
19:15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς τὸν [μὲν] Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; | 15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπε τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ; |
And in response, the evil spirit said to them, “I know Jesus, and I am acquainted with Paul, but who are you?” | And in response, the evil spirit said, “I know Jesus, and I am acquainted with Paul, but who are you?” |
19:16 καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ' αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ' αὐτῶν ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. | 16 καὶ ἐφαλλόμενος ἐπ' αὐτοὺς ὁ ἄνθρωπος ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, καὶ κατακυριεύσας αὐτῶν, ἴσχυσε κατ' αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. |
And after leaping on them and subduing all of them, the man, in whom was the evil spirit, overpowered them, so that they fled out of that house naked and wounded. | And after leaping on them and subduing all of them, the man, in whom was the evil spirit, overpowered them, so that they fled out of that house naked and wounded. |
19:17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτοὺς καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. | 17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ· |
This became known to all, both Jews and Greeks, who lived in Ephesus; and fear fell upon them all and the name of the Lord Jesus was being magnified. | This became known to all, both Jews and Greeks, who lived in Ephesus; and fear fell upon them all and the name of the Lord Jesus was being magnified. |
19:18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. | 18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. |
Many also of those who had believed kept coming, confessing and disclosing their practices. | Many also of those who had believed kept coming, confessing and disclosing their practices. |
19:19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. | 19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. |
And after collecting and bringing their books, many of those who practiced magic began burning them in the presence of all; and they computed the price of them and found it fifty thousand pieces of silver. | And after collecting and bringing their books, many of those who practiced magic began burning them in the presence of all; and they computed the price of them and found it fifty thousand pieces of silver. |
19:20 οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν. | 20 οὕτω κατὰ κράτος ὁ λόγος τοῦ κυρίου ηὔξανε καὶ ἴσχυεν. |
So the word of the Lord was growing mightily and prevailing. | So the word of the Lord was growing mightily and prevailing. |
19:21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυμα εἰπὼν ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν. | 21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱερουσαλήμ εἰπών, ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. |
Now after these things were finished, Paul purposed in the Spirit to go to Jerusalem after he had passed through Macedonia and Achaia, saying, “After I have been there, I must also see Rōme.” | Now after these things were finished, Paul purposed in the Spirit to go to Jerusalem after he had passed through Macedonia and Achaia, saying, “After I have been there, I must also see Rōme.” |
19:22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. | 22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν· |
And after sending into Macedonia two of those who ministered to him, Timothy and Erastus, he himself stayed in Asia Minor for a while. | And after sending into Macedonia two of those who ministered to him, Timothy and Erastus, he himself stayed in Asia Minor for a while. |
19:23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. | 23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. |
About that time a big disturbance happened concerning the Way. | About that time a big disturbance happened concerning the Way. |
19:24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, | 24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην· |
For a man named Dēmētrius, a silversmith, who made silver shrines of Artemis, was bringing much business to the craftsmen. | For a man named Dēmētrius, a silversmith, who made silver shrines of Artemis, was bringing much business to the craftsmen. |
19:25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν, ἄνδρες ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν | 25 οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι. |
After gathering them together with the workmen of such trades, he said, “Men, you know that our prosperity depends upon this work. | After gathering them together with the workmen of such trades, he said, “Men, you know that our prosperity depends upon this work. |
19:26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. | 26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. |
You see and hear that not only in Ephesus, but in almost all of Asia Minor, this Paul has persuaded and turned away a great crowd, saying that gods made with hands are not gods. | You see and hear that not only in Ephesus, but in almost all of Asia Minor, this Paul has persuaded and turned away a great crowd, saying that gods made with hands are not gods. |
19:27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. | 27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν δὲ καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. |
Not only is there danger that our business department may come into disrepute, but also that the temple of the great goddess Artemis be regarded as nothing and that she whom all of Asia Minor and the inhabited world worship will even be reduced from her magnificence.” | Not only is there danger that our business department may come into disrepute, but also that the temple of the great goddess Artemis be regarded as nothing and that she whom all of Asia Minor and the inhabited world worship will even be reduced from her magnificence.” |
19:28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. | 28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. |
After hearing this and being filled with anger, they began screaming, saying, “Great is Artemis of the Ephesians!” | After hearing this and being filled with anger, they began screaming, saying, “Great is Artemis of the Ephesians!” |
19:29 καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. | 29 καὶ ἐπλήσθη ἡ πόλις ὅλη συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους τοῦ Παύλου. |
The city was filled with the confusion, and they rushed unanimously into the theatre, after seizing Gaius and Aristarchus, Paul's travelling companions from Macedonia. | The city was filled with the confusion, and they rushed unanimously into the theatre, after seizing Gaius and Aristarchus, Paul's travelling companions from Macedonia. |
19:30 Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· | 30 τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. |
And when Paul wanted to go into the assembly, the disciples would not permit him. | And when Paul wanted to go into the assembly, the disciples would not permit him. |
19:31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. | 31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. |
Also some of the Asiarchs1 who were his friends after sending to him, kept urging him not to venture forth into the theatre. | Also some of the Asiarchs1 who were his friends after sending to him, kept urging him not to venture forth into the theatre. |
1Asiarchs: delegates of individual cities of Asia Minor to the provincial Council which regulated the worship of Rōme and of the emperor.
19:32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. |
32 ἄλλοι
μὲν
οὖν
ἄλλο
τι
ἔκραζον. ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκεν συνεληλύθεισαν. |
So then, some were shouting one thing and some another, for the assembly was in confusion and the majority didn't know for what reason they had come together. | So then, some were shouting one thing and some another, for the assembly was in confusion and the majority didn't know for what reason they had come together. |
19:33 ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν `Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. | 33 ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν `Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. |
Some of the crowd decided it was Alexander, since the Jews had put him forward. After signally with his hand, Alexander wanted to make a defence to the assembly. | Some of the crowd decided it was Alexander, since the Jews had put him forward. After signally with his hand, Alexander wanted to make a defence to the assembly. |
19:34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. | 34 ἐπιγνόντων δὲ ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. |
But when they recognized that he was a Jew, a single voice occurred from them all as they shouted for about two hours, “Great is Artemis of the Ephesians!” | But when they recognized that he was a Jew, a single voice occurred from them all as they shouted for about two hours, “Great is Artemis of the Ephesians!” |
19:35 καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; | 35 καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον, φησίν, ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; |
After quieting the crowd, the town clerk said, “Men of Ephesus, what man is there after all who doesn't know that the city of the Ephesians is a worshipper of the great Artemis and of the sky-fallen image? | After quieting the crowd, the town clerk said, “Men of Ephesus, what man is there after all who doesn't know that the city of the Ephesians is a worshipper of the great goddess Artemis and of the sky-fallen image? |
19:36 ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. | 36 ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράττειν. |
So, since these are undeniable facts, you ought to keep calm and to do nothing rash. | So, since these are undeniable facts, you ought to keep calm and to do nothing rash. |
19:37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν. | 37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὰν ἡμῶν. |
For you have brought these men here who are neither robbers of temples nor blasphemers of our goddess. | For you have brought these men here who are neither robbers of temples nor blasphemers of our goddess. |
19:38 εἰ Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. | 38 εἰ Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται πρός τινα λόγον ἔχουσιν, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. |
So then, if Dēmētrius and the craftsmen who are with him have a complaint against any man, the courts are open and there are proconsuls; let them bring charges against one another. | So then, if Dēmētrius and the craftsmen who are with him have a complaint against any man, the courts are open and there are proconsuls; let them bring charges against one another. |
19:39 εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. | 39 εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. |
But if you desire anything further, it shall be determined in the lawful assembly. | But if you desire anything further, it shall be determined in the lawful assembly. |
19:40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ [οὐ] δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. | 40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης. |
For indeed we are in danger of being accused of a riot concerning this day, since no cause exists for it. As a result we will be unable to account for this disorderly gathering.” | For indeed we are in danger of being accused of a riot concerning this day, since no cause exists for it. As a result we will be unable to account for this disorderly gathering.” |