top 1 Samuel ch 11

Chapter 11

Saul Defeats the Ammonites

1 καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναὰς Ἀμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ἰαβὶς Γαλαάδ. καὶ εἶπον πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Ναὰς τὸν Ἀμμανίτην διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι. 2 καὶ εἶπεν πρὸς αὐτοὺς Ναὰς Ἀμμανίτης ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ. 3 καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ἰαβὶς ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ σῴζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.

4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαοὺλ καὶ λαλοῦσιν τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ἦραν πᾶς λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. 5 καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωῒ ἐξ ἀγροῦ, καὶ εἶπεν Σαοὺλ τί ὅτι κλαίει λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν υἱῶν Ἰαβίς. 6 καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαούλ, ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ' αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα. 7 καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς. 8 καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιεζὲκ ἐν Βαμά, πᾶν ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας.

9 καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβὶς αὔριον ὑμῖν σωτηρίᾳ διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ἰαβίς, καὶ εὐφράνθησαν. 10 καὶ εἶπαν οἱ ἄνδρες Ἰαβὶς πρὸς Ναὰς τὸν Ἀμμανίτην αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν.

11 καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Ἀμμών, ἕως διεθερμάνθη ἡμέρα, καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.

12 καὶ εἶπεν λαὸς πρὸς Σαμουὴλ τίς εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς. 13 καὶ εἶπεν Σαοὺλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ἰσραήλ.

14 καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν λέγων πορευθῶμεν εἰς Γάλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν. 15 καὶ ἐπορεύθη πᾶς λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισεν Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγάλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.