Chapter 11
Rehoboam Reigns over Judah and Builds Cities
1 καὶ ἦλθεν Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ καὶ ἐξεκκλησίασεν τὸν Ἰούδαν καὶ Βενιαμίν, ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον, καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ῥοβοάμ. 2 καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ θεοῦ λέγων 3 εἰπὸν πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πρὸς πάντα Ἰούδαν καὶ Βενιαμὶν λέγων 4 τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν· ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ' ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ἰεροβοάμ.
5 καὶ κατῴκησεν Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ. 6 καὶ ᾠκοδόμησεν τὴν Βαιθλεὲμ καὶ τὴν Αἰτὰμ καὶ τὴν Θεκωὲ 7 καὶ τὴν Βαιθσουρὰ καὶ τὴν Σοκχὼθ καὶ τὴν Ὀδολλὰμ 8 καὶ τὴν Γὲθ καὶ τὴν Μαρισὰν καὶ τὴν Ζὶφ 9 καὶ τὴν Ἀδωραὶμ καὶ τὴν Λαχὶς καὶ τὴν Ἀζηκὰ 10 καὶ τὴν Σαραὰ καὶ τὴν Αἰαλὼν καὶ τὴν Χεβρών, ἥ ἐστιν τοῦ Ἰούδα καὶ Βενιαμίν, πόλεις τειχήρεις. 11 καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον, 12 κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἦσαν αὐτῷ Ἰούδα καὶ Βενιαμίν.
13 καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, οἳ ἦσαν ἐν παντὶ Ἰσραήλ, συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων·
Jeroboam Appoints False Priests
14 ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ἰούδαν εἰς Ἱερουσαλήμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἰεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ τοῦ μὴ λειτουργεῖν κυρίῳ 15 καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἰεροβοάμ, 16 καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραήλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι κύριον θεὸν Ἰσραήλ, καὶ ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν 17 καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα καὶ κατίσχυσαν Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυὶδ καὶ Σαλωμὼν ἔτη τρία.
Rehoboam's Family
18 καὶ ἔλαβεν ἑαυτῷ Ῥοβοὰμ γυναῖκα τὴν Μολλὰθ θυγατέρα Ἰεριμοὺθ υἱοῦ Δαυίδ, Ἀβαίαν θυγατέρα Ἐλιὰβ τοῦ Ἰεσσαί, 19 καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ἰαοὺς καὶ τὸν Σαμαρίαν καὶ τὸν Ῥοολλάμ. 20 καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλώμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀβιὰ καὶ τὸν Ἰεθθὶ καὶ τὸν Ζιζὰ καὶ τὸν Ἐμμώθ. 21 καὶ ἠγάπησεν Ῥοβοὰμ τὴν Μααχὰν θυγατέρα Ἀβεσσαλὼμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα. 22 καὶ κατέστησεν εἰς ἄρχοντα Ῥοβοὰμ τὸν Ἀβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν· 23 καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ἰούδα καὶ Βενιαμὶν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν.