top Isaiah ch 52

Chapter 52

Cheer for Prostrate Zion

1 ἐξεγείρου ἐξεγείρου, Σιών, ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν, σου Ἱερουσαλὴμ πόλις ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σου ἀπερίτμητος καὶ ἀκάθαρτος. 2 ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι κάθισον, Ἱερουσαλήμ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, αἰχμάλωτος θυγάτηρ Σιών.

3 ὅτι τάδε λέγει κύριος δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε. 4 οὕτως λέγει κύριος εἰς Αἴγυπτον κατέβη λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν· 5 καὶ νῦν τί ὧδέ ἐστε; τάδε λέγει κύριος. ὅτι ἐλήμφθη λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε· τάδε λέγει κύριος. δι' ὑμᾶς διὰ παντὸς1 τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. 6 διὰ τοῦτο γνώσεται λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς λαλῶν· πάρειμι 7 ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιὼν βασιλεύσει σου θεός· 8 ὅτι φωνὴ τῶν φυλασσόντων σὲ ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἄν ἐλεήσῃ κύριος τὴν Σιών. 9 ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ἱερουσαλήμ. 10 καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ.

11 ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθατε ἐκ μέσου αὐτῆς ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη κυρίου· 12 ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε, πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ἐπισυνάγων ὑμᾶς κύριος θεὸς Ἰσραήλ.

The Exalted Servant

13 ἰδοὺ συνήσει παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα. 14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ δόξα σου ἀπὸ τῶν ἀνθρώπων, 15 οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν, συνήσουσιν.