top Job ch 32

Chapter 32

Elihu Rebukes Job

1 ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώβ· ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν.

2 ὠργίσθη δὲ Ἐλιοῦς τοῦ Βαραχιὴλ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ τῆς Αὐσίτιδος χώρας, ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου· 3 καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. 4 Ἐλιοῦς δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ἰώβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. 5 καὶ εἶδεν Ἐλιοῦς ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ.

6 ὑπολαβὼν δὲ Ἐλιοῦς τοῦ Βαραχιὴλ Βουζίτης εἶπεν νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην· 7 εἶπα δὲ ὅτι χρόνος ἐστὶν λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν. 8 ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορός ἐστιν διδάσκουσα· 9 οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδ' οἱ γέροντες οἴδασιν κρίμα. 10 διὸ εἶπα ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν οἶδα·

11 ἐνωτίζεσθέ μου τὰ ῥήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρι οὗ ἐτάσητε λόγους. 12 καὶ μέχρι ὑμῶν συνήσω, καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν, 13 ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι· 14 ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.

15 ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. 16 ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν· ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. 17 ὑπολαβὼν δὲ Ἐλιοῦς λέγει 18 πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός· 19  δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. 20 λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· 21 ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· 22 οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.