top Psalm 140 (141)

Psalm 140 (141)


Ψαλμὸς τῷ Δαυίδ.

1 [MT=141:1] Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 2 [MT=141:2] κατευθυνθήτω προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. 3 [MT=141:3] θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. 4 [MT=141:4] μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. 5 [MT=141:5] παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, ὅτι ἔτι καὶ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.

6 [MT=141:6] Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ ἀκούσονται αὐτῶν· τὰ ῥήματά μου ὅτι ἡδύνθησαν 7 [MT=141:7] ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. 8 [MT=141:8] ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. 9 [MT=141:9] φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. 10 [MT=141:10] πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἄν παρέλθω.