top Psalm 24 (25)

Psalm 24 (25)


Ψαλμὸς τῷ Δαυίδ.

1 [MT=25:1] Πρὸς σέ κύριε ἦρα τὴν ψυχήν μου. θεός μου 2 [MT=25:2] ἐπὶ σοί πέποιθα, μὴ καταισχυνθείην· μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου, 3 [MT=25:3] καὶ γὰρ πάντες οἱ ὑπομένοντές σὲ οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διακενῆς. 4 [MT=25:4] τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. 5 [MT=25:5] ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ θεὸς σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. 6 [MT=25:6] μνήσθητι τῶν οἰκτιρμῶν σου κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. 7 [MT=25:7] ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου, σὺ ἕνεκα τῆς χρηστότητός σου, κύριε.

8 [MT=25:8] Χρηστὸς καὶ εὐθὴς κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. 9 [MT=25:9] ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. 10 [MT=25:10] πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. 11 [MT=25:11] ἕνεκα τοῦ ὀνόματός σου, κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστιν. 12 [MT=25:12] τίς ἐστιν ἄνθρωπος φοβούμενος τὸν κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾑρετίσατο. 13 [MT=25:13]  ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. 14 [MT=25:14] κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν καὶ τὸ ὄνομα κυρίου τῶν φοβουμένων αὐτόν, καὶ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.

15 [MT=25:15] Οἱ ὀφθαλμοί μου διὰ παντὸς1 πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. 16 [MT=25:16] ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. 17 [MT=25:17] αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· 18 [MT=25:18] ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ Ἄφες πάσας τὰς ἁμαρτίας μου. 19 [MT=25:19] ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. 20 [MT=25:20] φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. 21 [MT=25:21] ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε. 22 [MT=25:22] λύτρωσαι θεός τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.