top Psalm 32 (33)

Psalm 32 (33)


Τῷ Δαυίδ.

1 [MT=33:1] Ἀγαλλιᾶσθε δίκαιοι ἐν τῷ κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. 2 [MT=33:2] ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. 3 [MT=33:3] ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.

4 [MT=33:4] Ὅτι εὐθὴς λόγος τοῦ κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. 5 [MT=33:5] ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους κυρίου πλήρης γῆ. 6 [MT=33:6] τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα δύναμις αὐτῶν. 7 [MT=33:7] συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. 8 [MT=33:8] φοβηθήτω τὸν κύριον πᾶσα γῆ, ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. 9 [MT=33:9] ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. 10 [MT=33:10] κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. 11 [MT=33:11]  δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.1 12 [MT=33:12] μακάριον τὸ ἔθνος οὗ ἐστιν κύριος θεὸς αὐτοῦ, λαός ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. 13 [MT=33:13] ἐξ οὐρανοῦ ἐπέβλεψεν κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. 14 [MT=33:14] ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. 15 [MT=33:15]  πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν. 16 [MT=33:16] οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. 17 [MT=33:17] ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.

18 [MT=33:18] Ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, 19 [MT=33:19] ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. 20 [MT=33:20]  ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. 21 [MT=33:21] ὅτι ἐν αὐτῷ εὐφρανθήσεται καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. 22 [MT=33:22] γένοιτο τὸ ἔλεός σου, κύριε, ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.