top Psalm 35 (36)

Psalm 35 (36)


Εἰς τὸ τέλος, τῷ δούλῳ κυρίου τῷ Δαυίδ.

1 [MT=36:1] Φησὶν παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. 2 [MT=36:2] ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. 3 [MT=36:3] τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. 4 [MT=36:4] ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τῇ δὲ κακίᾳ οὐ προσώχθισεν.

5 [MT=36:5] Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἀλήθειά σου ἕως τῶν νεφελῶν. 6 [MT=36:6]  δικαιοσύνη σου ὡσεὶ ὄρη θεοῦ, τὰ κρίματά σου ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις κύριε. 7 [MT=36:7] ὡς ἐπλήθυνας τὸ ἔλεός σου θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. 8 [MT=36:8] μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. 9 [MT=36:9] ὅτι παρὰ σοί πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

10 [MT=36:10] Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. 11 [MT=36:11] μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεῦσαι με·

12 [MT=36:12] Ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.