Psalm 34 (35)
1 [MT=35:1] Δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. 2 [MT=35:2] ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μου.1 3 [MT=35:3] ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἰπὸν τῇ ψυχῇ μου, σωτηρίᾳ σου ἐγώ εἰμι. 4 [MT=35:4] αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. 5 [MT=35:5] γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς. 6 [MT=35:6] γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς. 7 [MT=35:7] ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.
8 [MT=35:8] Ἐλθέτω αὐτοῖς παγίς ἣν οὐ γινώσκουσιν, καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. 9 [MT=35:9] ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. 10 [MT=35:10] πάντα τὰ ὀστᾶ μου ἐροῦσιν, κύριε τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
11 [MT=35:11] Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἠρώτων με. 12 [MT=35:12] ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. 13 [MT=35:13] ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. 14 [MT=35:14] ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν, ὡς πενθῶν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην. 15 [MT=35:15] καὶ κατ' ἐμοῦ ηὐφράνθησαν,2 καὶ συνήχθησαν ἐπ' ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων· διεσχίσθησαν καὶ οὐ κατενύγησαν. 16 [MT=35:16] ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν, ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
17 [MT=35:17] Κύριε πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. 18 [MT=35:18] ἐξομολογήσομαί σοί κύριε ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. 19 [MT=35:19] μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως,3 οἱ μισοῦντές με δωρεάν, καὶ διανεύοντες ὀφθαλμοῖς. 20 [MT=35:20] ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο. 21 [MT=35:21] καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν, εὖγε, εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν.
22 [MT=35:22] Εἶδες κύριε, μὴ παρασιωπήσῃς, κύριε μὴ ἀποστῇς ἀπ' ἐμοῦ. 23 [MT=35:23] ἐξεγέρθητι κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ θεός μου καὶ ὁ κύριός μου εἰς τὴν δίκην μου. 24 [MT=35:24] κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου κύριε ὁ θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι. 25 [MT=35:25] μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν, εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴπαισαν,4 κατεπίομεν αὐτόν. 26 [MT=35:26] αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ' ἐμέ. 27 [MT=35:27] ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διὰ παντός,5 μεγαλυνθήτω ὁ κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. 28 [MT=35:28] καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.