topch 17 next
Greek: Septuagint (LXX)
English: John Barach
Chapter 17
Abraham and the Covenant of Circumcision
1 ἐγένετο δὲ Ἅβραμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἅβραμ καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος, 2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου καὶ πληθυνῶ σὲ σφόδρα. 3 καὶ ἔπεσεν Ἅβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ θεὸς λέγων, 4 καὶ ἐγὼ ἰδοὺ διαθήκη μου μετὰ σου, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. 5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἅβραμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἁβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. 6 καὶ αὐξανῶ σὲ σφόδρα σφόδρα καὶ θήσω σὲ εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σου ἐξελεύσονται. 7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν εἰς διαθήκην αἰώνιον εἶναί σου θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ. 8 καὶ δώσω σοί καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς θεός. 1 And Abram was ninety-nine years old, and the Lord appeared to Abram and said to him, "I am your God; be well-pleasing before Me and be blameless. 2 And I will set My covenant between Me and you, and I will multiply you exceedingly." 3 And Abram fell on his face, and God spoke to him, saying, 4 "As for Me, behold, My covenant is with you, and you shall be a father of a multitude of nations. 5 And your name shall no longer be called Abram, but your name shall be Abraham, because I have made you a father of many nations. 6 And I will increase you exceedingly and make you into nations, and kings shall come out from you. 7 And I will establish My covenant between Me and you and between your seed after you throughout their generations for an eternal covenant, to be your God and the God of your seed after you. 8 And I will give to you and to your seed after you the land where you are a sojourner, all the land of Canaan, for an eternal possession, and I will be their God."
9 καὶ εἶπεν θεὸς πρὸς Ἁβραάμ, σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. 10 καὶ αὕτη διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. 11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. 12 καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, οἰκογενὴς τῆς οἰκίας σου καὶ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου. 13 περιτομῇ περιτμηθήσεται οἰκογενὴς τῆς οἰκίας σου καὶ ἀργυρώνητος, καὶ ἔσται διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον. 14 καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολεθρευθήσεται ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν. 9 And God said to Abraham, "As for you, you shall keep My covenant, you and your seed after you throughout their generations. 10 And this is the covenant which you shall keep, between Me and you and between your seed after you throughout their generations: Every male among you shall be circumcised. 11 And you shall be circumcised in the flesh of your foreskin, and it shall be for a sign of the covenant between Me and you. 12 And a child of eight days shall be circumcised among you, every male throughout your generations, the one born in your house and the one bought with money from any foreign son who is not of your seed. 13 The one born in your house and the one bought with money shall surely be circumcised, and My covenant shall be upon your flesh for an eternal covenant. 14 And the uncircumcised male, who shall not be circumcised in the flesh of his foreskin on the eighth day, that soul shall be destroyed from its race, because he has scattered (broken) My covenant."
15 εἶπεν δὲ θεὸς τῷ Ἁβραάμ, Σάρα γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. 16 εὐλογήσω δὲ αὐτὴν καὶ δώσω σοί ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται. 17 καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον καὶ ἐγέλασεν καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων, εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ εἰ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται; 18 εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θεόν Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου. 19 εἶπεν δὲ θεὸς τῷ Ἁβραάμ, ναί· ἰδοὺ Σάρρα γυνή σου τέξεταί σοί υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. 20 περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. 21 τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοί Σάρρα εἰς τὸν καιρὸν τοῦτον ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ. 22 συνετέλεσεν δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη θεὸς ἀπὸ Ἁβραάμ. 15 And God said to Abraham, "As for Sarai your wife, her name shall not be called Sarai, but Sarah shall be her name. 16 And I will bless her and give you a child from her; and I will bless him, and he shall be for nations, and kings of nations shall come from him." 17 And Abraham fell on his face and laughed, and said in his mind, saying, "Shall a child be born to one who is a hundred years old? And shall Sarah, being ninety years old, give birth?" 18 And Abraham said to God, "Let this Ishmael live before You!" 19 And God said to Abraham, "Yes, behold, Sarah your wife shall bear you a son, and you shall call his name Isaac; and I will establish My covenant with him for an eternal covenant and for his seed after him. 20 And concerning Ishmael, behold, I have heard you; behold, I have blessed him and will increase him and multiply him exceedingly; twelve nations shall he father, and I will make him a great nation. 21 But My covenant I will establish with Isaac, whom Sarah shall bear to you at this set time in the next year." 22 And He finished speaking with him, and God went up from Abraham.
23 καὶ ἔλαβεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἁβραὰμ καὶ περιέτεμεν τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ θεός. 24 Ἁβραὰμ δὲ ἦν ἐνενήκοντα ἐννέα ἐτῶν, ἡνίκα περιέτεμεν τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· 25 Ἰσμαὴλ δὲ υἱὸς αὐτοῦ ἐτῶν δέκα τριῶν ἦν, ἡνίκα περιετμήθη τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. 26 ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη Ἁβραὰμ καὶ Ἰσμαὴλ υἱὸς αὐτοῦ· 27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς. 23 And Abraham took Ishmael his son and all those born in his house and all those bought with money, and every male of the men in the house of Abraham, and circumcised the flesh of their foreskins in that very hour of the day, just as God had spoken to him. 24 And Abraham was ninety-nine years old when he circumcised the flesh of his foreskin. 25 And Ishmael his son was thirteen years old when he was circumcised in the flesh of his foreskin. 26 In that very hour of the day Abraham and Ishmael his son were circumcised; 27 and all the men of his house, both those born in the house and those bought with money from foreign nations—he circumcised them.