top 2 Chronicles ch 19

Chapter 19

Jehu Rebukes Jehoshaphat

1 καὶ ἀπέστρεψεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ εἰς Ἱερουσαλήμ. 2 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰοὺ τοῦ Ἁνανὶ προφήτης καὶ εἶπεν αὐτῷ βασιλεῦ Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς μισουμένῳ ὑπὸ κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου· 3 ἀλλ' λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν Σοὶ, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον.

4 καὶ κατῴκησεν Ἰωσαφὰτ ἐν Ἱερουσαλὴμ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεὲ ἕως ὄρους Ἐφραὶμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν.

Reforms Instituted

5 καὶ κατέστησεν κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει 6 καὶ εἶπεν τοῖς κριταῖς ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ' τῷ κυρίῳ, καὶ μεθ' ὑμῶν λόγοι τῆς κρίσεως· 7 καὶ νῦν γενέσθω φόβος κυρίου ἐφ' ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσετε, ὅτι οὐκ ἔστιν μετὰ κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα.

8 καὶ γὰρ ἐν Ἱερουσαλὴμ κατέστησεν Ἰωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ἰσραὴλ εἰς κρίσιν κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ. 9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων οὕτως ποιήσετε ἐν φόβῳ κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ· 10 πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ' ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἵματος αἷμα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐφ' ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε. 11 καὶ ἰδοὺ Ἀμαρίας ἱερεὺς ἡγούμενος ἐφ' ὑμᾶς εἰς πᾶν λόγον κυρίου καὶ Ζαβδιὰς υἱὸς Ἰσμαὴλ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πᾶν λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται κύριος μετὰ τοῦ ἀγαθοῦ.