Chapter 23
David's Last Song
1 Καὶ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι Πιστὸς Δαυὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνήρ, ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ Ἰακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ.
2 πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου· 3 λέγει ὁ θεὸς Ἰσραήλ, ἐμοὶ ἐλάλησεν φύλαξ Ἰσραὴλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον θεοῦ; 4 καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωῒ οὐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς. 5 οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεφυλαγμένην, ὅτι πᾶσα σωτηρίᾳ μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος. 6 ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί, ὅτι οὐ χειρὶ λημφθήσονται, 7 καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν.
David's Mighty Men
8 Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυίδ· Ἰεβοσθὲ ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν, Ἀδινὼν ὁ Ἀσωναῖος. οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ. 9 καὶ μετ' αὐτὸν Ἐλεάζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς. οὗτος ἦν μετὰ Δαυὶδ ἐν Σερράν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ Ἰσραήλ· 10 αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν.
11 καὶ μετ' αὐτὸν Σαμαία υἱὸς Ἀσὰ ὁ Ἀρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων· 12 καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην.
13 καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασὼν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ῥαφαΐμ· 14 καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεέμ. 15 καὶ ἐπεθύμησεν Δαυὶδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεὲμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεέμ. 16 καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεὲμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ 17 καὶ εἶπεν Ἵλεώς μοι, κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
18 Καὶ Ἀβεσσὰ ἀδελφὸς Ἰωὰβ υἱὸς Σαρουίας, αὐτὸς ἄρχων ἐν τοῖς τρισίν. καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν· 19 ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν.
20 καὶ Βαναίας υἱὸς Ἰωδαέ, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ. καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Ἀριὴλ τοῦ Μωάβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος· 21 αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 22 ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωδαέ, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς· 23 ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν· καὶ ἔταξεν αὐτὸν Δαυὶδ εἰς τὰς ἀκοὰς αὐτοῦ.
24 Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυὶδ βασιλέως· Ἀσαὴλ ἀδελφὸς Ἰωὰβ (οὗτος ἐν τοῖς τριάκοντα), Ἐλεανὰν υἱὸς Δουδὶ πατραδέλφου αὐτοῦ ἐν Βαιθλεέμ, 25 Σαμαῒ ὁ Ἀρουδαῖος, Ἐλικὰ ὁ Ἀρωδαῖος, 26 Ἐλλὴς ὁ Φελωθί, Ἱρὰς υἱὸς Ἐκκὰς ὁ Θεκωίτης, 27 Ἀβιεζὲρ ὁ Ἀναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ἁσωθίτου, 28 Σελμὼν ὁ Ἀωίτης, Μοορὲ ὁ Νετωφαθίτης, 29 Ἠλὰ υἱὸς Βαανὰ ὁ Νετωφαθίτης, Ἐθθὶ υἱὸς Ῥιβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμίν, 30 Βαναίας ὁ Φαραθωνίτης, Οὐρὶ ἐκ Ναχαλιγαίας, 31 Ἀβιὴλ υἱὸς τοῦ Ἀραβωθίτου, Ἀζμὼθ ὁ Βαρσαμίτης, 32 Ἐλιασοὺ ὁ Σαλαβωνίτης, υἱοὶ Ἰασάν, Ἰωνάθαν, 33 Σαμμὰ ὁ Ἀρωδίτης, Ἀχιὰν υἱὸς Σαρὰδ ὁ Ἀραουρίτης, 34 Ἀλιφαλὲθ υἱὸς τοῦ Ἀσβίτου υἱὸς τοῦ Μααχατί, Ἐλιὰβ υἱὸς Ἀχιτοφὲλ τοῦ Γελωνίτου, 35 Ἀσαραὶ ὁ Καρμήλιος, Φαραῒ ὁ Ἐρχί, 36 Ἰγαὰλ υἱὸς Νάθαν ἀπὸ δυνάμεως, υἱὸς Γαδδί, 37 Ἐλιὲ ὁ Ἀμμανίτης Γελωραὶ ὁ Βηρωθαῖος αἴρων τὰ σκεύη Ἰωὰβ υἱοῦ Σαρουίας, 38 Ἱρὰς ὁ Ἰεθιραῖος, Γαρὴβ ὁ Ἰεθιραῖος, 39 Οὐρίας ὁ Χετταῖος, πάντες τριάκοντα καὶ ἑπτά.