Chapter 10
10.1 Καὶ ἔγραψεν ὁ βασιλεὺς τὰ τέλη τῆς γῆς καὶ θαλάσσης 10.2 καὶ τὴν ἰσχὺν αὐτοῦ, πλοῦτόν τε καὶ δόξαν τῆς βασιλείας αὐτοῦ. καὶ ἐδόξασε Μαρδοχαῖος καὶ ἔγραψεν ἐν τοῖς βιβλίοις Περσῶν καὶ Μήδων εἰς μνημόσυνον. 10.3 ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα Ἀσσυῆρον καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ καὶ φιλούμενος ὑπὸ πάντων τῶν Ἰουδαίων καὶ ἡγεῖτο αὐτῶν καὶ δόξαν παντὶ τῷ ἔθνει αὐτοῦ περιετίθει.
F.1 Καὶ εἶπε Μαρδοχαῖος Παρὰ τοῦ θεοῦ ἐγένετο ταῦτα· F.2 ἐμνήσθη γὰρ τοῦ ἐνυπνίου, οὗ εἶδεν. καὶ ἀπετελέσθη καὶ εἶπεν F.3 ἡ μικρὰ πηγὴ Ἐσθήρ ἐστίν, F.4 καὶ οἱ δύο δράκοντες ἐγώ εἰμι καὶ Ἁμάν· F.5 ποταμὸς τὰ ἔθνη τὰ συναχθέντα ἀπολέσαι τοὺς Ἰουδαίους· ἥλιος καὶ φῶς ἣ ἐγένετο τοῖς Ἰουδαίοις ἐπιφανεία τοῦ θεοῦ, τοῦτο τὸ κρίμα. F.6 καὶ ἐποίησεν ὁ θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσιν· F.7 καὶ ἐποίησε κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ θεοῦ καὶ ἕνα τοῖς ἔθνεσιν· F.8 καὶ προσῆλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥρας κατὰ καιρὸν καὶ ἡμέρας κυριεύσεως τοῦ αἰωνίου ἐν πᾶσι τοῖς ἔθνεσιν. F.9 καὶ ἐμνήσθη ὁ θεὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐδικαίωσε τὴν κληρονομίαν αὐτοῦ. καὶ πᾶς ὁ λαὸς ἀνεβόησε φωνῇ μεγάλῃ καὶ εἶπεν Εὐλογητὸς εἶ, κύριε, ὁ μνησθεὶς τῶν διαθηκῶν τῶν πρὸς τοὺς πατέρας ἡμῶν· ἀμήν. F.10 καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ Ἀδὰρ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ἰσραήλ.